194
καὶ αὐτὸς καὶ ὁ χειροτονήσας, καὶ ἐκκοπτέσθω παντάπασιν καὶ τῆς κοινωνίας, ὡς Σίμων ὁ μάγος ὑπ' ἐμοῦ Πέτρου. λ. Eἴ τις ἐπίσκοπος, κοσμικοῖς ἄρχουσι χρησάμενος, δι' αὐτῶν ἐγκρατὴς Ἐκκλησίας γένηται, καθαιρείσθω καὶ ἀφοριζέσθω, καὶ οἱ κοινωνοῦντες αὐτῷ πάντες. λα. Eἴ τις πρεσβύτερος, καταφρονήσας τοῦ ἰδίου ἐπισκό που, χωρὶς συναγάγῃ καὶ θυσιαστήριον ἕτερον πήξῃ, μηδὲν κατεγνωκὼς τοῦ ἐπισκόπου ἐν εὐσεβείᾳ καὶ δικαιοσύνῃ καθαιρείσθω ὡς φίλαρχος, τύραννος γάρ ἐστιν, καὶ οἱ λοιποὶ κληρικοί, ὅσοι ἂν αὐτῷ προσθῶνται· οἱ δὲ λαϊκοὶ ἀφορι ζέσθωσαν. Ταῦτα δὲ μετὰ μίαν καὶ δευτέραν ἢ καὶ τρίτην τοῦ ἐπισκόπου παράκλησιν γινέσθω. λβ. Eἴ τις πρεσβύτερος ἢ διάκονος ὑπὸ ἐπισκόπου γένηται ἐν ἀφορισμῷ, τοῦτον μὴ ἐξεῖναι παρ' ἑτέρου δεχθῆναι, ἀλλ' ἢ παρὰ τοῦ ἀφορίσαντος αὐτόν, εἰ μὴ ἂν κατὰ συγκυρίαν τελευτήσῃ ὁ ἀφορίσας αὐτὸν ἐπίσκοπος. λγ. Μηδένα τῶν ξένων ἐπισκόπων ἢ πρεσβυτέρων ἢ διακόνων ἄνευ συστατικῶν προσδέχεσθε γραμμάτων· καὶ ἐπιφερομένων δὲ αὐτῶν ἀνακρινέσθωσαν, καὶ ἐὰν μὲν ὦσιν κήρυκες τῆς εὐσεβείας, προσδεχέσθωσαν, εἰς δὲ μήγε, τὰ πρὸς τὰς χρείας αὐτοῖς ἐπιχορηγήσαντες εἰς κοινωνίαν αὐτοὺς μὴ προσδέξησθε· πολλὰ γὰρ καὶ κατὰ συναρπαγὴν γίνεται. λδ. Τοὺς ἐπισκόπους ἑκάστου ἔθνους εἰδέναι χρὴ τὸν ἐν αὐτοῖς πρῶτον καὶ ἡγεῖσθαι αὐτὸν ὡς κεφαλὴν καὶ μηδέν τι περιττὸν πράττειν ἄνευ τῆς ἐκείνου γνώμης, ἐκεῖνα δὲ μόνα ἕκαστον, ὅσα τῇ αὐτοῦ παροικίᾳ ἐπιβάλλει καὶ ταῖς ὑπ' αὐτὴν χώραις· ἀλλὰ μηδὲ ἐκεῖνος ἄνευ τῆς πάντων γνώμης ποιείτω τι· οὕτω γὰρ ὁμόνοια ἔσται, καὶ δοξασθήσεται ὁ Θεὸς διὰ Χριστοῦ ἐν τῷ ἁγίῳ Πνεύματι. λε. Ἐπίσκοπον μὴ τολμᾶν ἔξω τῶν ἑαυτοῦ ὅρων χειρο τονίας ποιεῖσθαι εἰς τὰς μὴ ὑποκειμένας αὐτῷ πόλεις καὶ χώρας· εἰ δὲ ἐλεγχθείη τοῦτο πεποιηκὼς παρὰ τὴν τῶν κατεχόντων τὰς πόλεις ἐκείνας ἢ τὰς χώρας γνώμην, καθαιρείσθω καὶ αὐτὸς καὶ οὓς ἐχειροτόνησεν. λς. Eἴ τις χειροτονηθεὶς ἐπίσκοπος μὴ καταδέχοιτο τὴν λειτουργίαν καὶ τὴν φροντίδα τοῦ λαοῦ τὴν ἐγχειρισθεῖσαν αὐτῷ, τοῦτον ἀφωρισμένον τυγχάνειν, ἕως ἂν καταδέξηται· ὡσαύτως καὶ πρεσβύτερος καὶ διάκονος. Eἰ δὲ ἀπελθὼν μὴ δεχθείη, οὐ παρὰ τὴν ἑαυτοῦ γνώμην, ἀλλὰ παρὰ τὴν τοῦ λαοῦ μοχθηρίαν, αὐτὸς μὲν ἔστω ἐπίσκοπος, ὁ δὲ κλῆρος τῆς πόλεως ἀφοριζέσθω, ὅτι τοιούτου λαοῦ ἀνυποτάκτου παιδευταὶ οὐκ ἐγένοντο. λζ. ∆εύτερον τοῦ ἔτους σύνοδος γινέσθω τῶν ἐπισκόπων,