Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Χριστὸς, καὶ ὡς ἀγρῶν ἀπαρχὴ πρωτογεν[ν]ημάτων πνευ 69.544 ματικῶν. Ὅτι δὲ οὐκ εἰς δάκρυον ἤ τε θρῆνος ὁ θάνατος ἦν αὐτῷ, ἐπ' ἀναιρέσει δὲ μᾶλλον δακρύων καὶ θρήνων καὶ ἐπ' ἐλπίδι τῇ λίαν ἱλαρωτάτῃ, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις; Οὐ γὰρ γέγονε κάτοχος ταῖς ᾅδου πύλαις, οὐδὲ μεμένηκε ἐν νεκροῖς. ἀλλ' εἰ καὶ κατέπιεν ὁ θάνατος ἰσχύσας, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἀλλὰ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς. Πῶς ἢ τίνα τρόπον; Ἀνεβίω γὰρ ὁ Χριστὸς, πατήσας τε θάνατον, ἵνα καὶ ἡμᾶς ἀπαλλάξῃ φθορᾶς, καὶ περιστείλας εὖ μάλα τὸν ἐπὶ τούτῳ θρῆνον, χαίροντας ἤδη πως ἀναπείσῃ βοᾷν· Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. Οὐκοῦν ἔχοι ἂν εἰκότως τὸ ἱλαρὸν, ἐν ἐλπίδι, τῆς θυσίας ὁ τρόπος. Νοοῖτο δ' ἂν καὶ ἑτέρως, εἴπερ ἕλοιτό τις. Ἠλεήμεθα γὰρ ἐν Χριστῷ. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ, Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου. Ὅτι δὲ οὐκ ἐπί τισιν εὐλόγοις αἰτίαις, ἤτοι πλημμελήμασιν, ὁ Χριστοῦ θάνατος, ἀλλ' εὐσημωτάτη λίαν καὶ ἀμώμητος παντελῶς ὑπὲρ ἡμῶν θυσία (προσκεκόμισται γὰρ, ἵνα καταργήσῃ τὴν ἁμαρτίαν, καὶ τὸν ἐξ αὐτῆς τε καὶ δι' αὐτὴν θάνατον), διὰ τοῦ λιβάνου συνήσεις· ὁ μὲν γὰρ προπάτωρ Ἀδὰμ ταῖς ἐν ἀρχῇ παραβάσεσιν εὖ μάλα πρεπωδεστάτην ἐκομίζετο τὴν ἀράν. Ἐπειδὴ δὲ τὴν κάκοσμον ἀληθῶς προηῤῥώστησεν ἁμαρτίαν, ταύτῃτοι καὶ δικαίως κατεδικάζετο. Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἐπ' οὐδενὶ τῶν ἀτόπων κατεγνωσμένος (οὐ γὰρ ἐποίησεν ἁμαρτίας), καλὴ καὶ εὐώδης γέγονεν ὑπὲρ ἡμῶν θυσία, καὶ νέων ὥσπερ καρπῶν ἀπαρχὴ, καὶ ὡς ἐν εἴδει παντὶ, σίτῳ τε, φημὶ, καὶ ὀσπρίοις. Ἀπέθανε γὰρ ὑπὲρ πάντων μικρῶν καὶ μεγάλων, ἐθνῶν τε καὶ Ἰουδαίων. Γεγόναμεν γὰρ δι' αὐτοῦ καὶ ἐν αὐτῷ μνημόσυνον τῷ Θεῷ καὶ Πατρί. ∆ιὰ τοῦτό φησι τὸ Γράμμα τὸ νομικόν· Καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ, καὶ πάντα τὸν λίβανον αὐτῆς. Κάρπωμα γάρ ἐστι τῷ Κυρίῳ. Προ[σ]κεκρουκότες μὲν γὰρ διὰ πολλῶν ἁμαρτιῶν, μονονουχὶ καὶ ἐξ ὀμμάτων γεγενήμεθα τοῦ Πατρός. Ἐπειδὴ δὲ γέγονεν ὑπὲρ ἡμῶν θυσία Χριστὸς, ἐμνήσθη ἡμῶν, καὶ ηὐλόγησεν ἡμᾶς· Ηὐλόγησε τοὺς φοβουμένους αὐτὸν τοὺς μικροὺς μετὰ τῶν μεγάλων. Τοιγάρτοι καὶ δεδιδάγμεθα ψάλλειν καὶ λέγειν· Εὐλογημένοι τῷ Κυρίῳ ἡμεῖς, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ καθ' ἕτερον δὲ τρόπον τὴν Χριστοῦ θυσίαν ἡμῖν ὁ νόμος διασαφεῖ, λέγων· Ἐὰν δὲ θυσία σωτηρίου, τὸ δῶρον αὐτοῦ τῷ Κυρίῳ· ἐὰν μὲν ἐκ τῶν βοῶν αὐτῷ προσάγῃ, ἐάν τε ἄρσεν, ἐάν τε θῆλυ, ἄμωμον προσάξει αὐτὸ ἔναντι Κυρίου, καὶ ἐπιθήσει τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου, καὶ σφάξει αὐτὸ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ προσχεοῦσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον, τῶν ὁλοκαυτωμάτων κύκλῳ. Καὶ προσάξουσιν ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου, κάρπωμα Κυρίῳ τὰ 69.545 στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν τὸ ἐπὶ τῶν μηρῶν, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ. Καὶ ἀνοίσουσιν αὐτὰ οἱ υἱοὶ Ἀαρὼν, οἱ ἱερεῖς, ἐπὶ τὸ θυσιαστήριον, ἐπὶ τὰ ὁλοκαυτώματα, ἐπὶ τὰ ξύλα ἐπὶ τοῦ πυρὸς, κάρπωμα ὀσμὴ εὐωδίας τῷ Κυρίῳ. Καὶ οὐχὶ δὴ μόνον ἐκ βοῶν, ἀλλ', εἰ δή τις ἕλοιτο, καὶ ἐκ προβάτων ὁλοκαυτοῦν, εἴτ' οὖν ἐξ αἰγῶν τὴν τοῦ σωτηρίου ποιεῖσθαι θυσίαν, διὰ τῶν αὐτῶν ἐπράττετο τρόπων, καὶ εἷς ἐφ' ἅπασιν ἦν τῆς ἱερουργίας ὁ τρόπος. Εἴτε δὴ ἄρσεν εἴη τυχὸν, εἴτε θῆλυ τὸ θῦμα, μώμου δεῖν ἔφη παντὸς ἀπηλλάχθαι παντελῶς. Καὶ τῆς θυσίας ὁ λόγος, ἐπ' αὐτὸν ἂν ἴοι τὸν Ἐμμανουήλ. Αὐτὸς γὰρ ὁ μόσχος ὁ σιτευτὸς, τὸ ἄμωμον ἱερεῖον, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ ὡς ἐν εἴδει χιμάρου δι' ἡμᾶς σφαζόμενος· χίμαρος γὰρ κατὰ νόμον ὑπὲρ ἁμαρτίας ἐσφάζετο. Πλὴν ὅρα πάλιν ἰσχνῶς τῆς θυσίας τὸν τρόπον. Ἀκριβολογεῖται μὲν γὰρ οὐ σφόδρα τὸ Γράμμα τὸ νομικὸν περί τε ἄρσεν καὶ θῆλυ. Νοοῖτο δ' ἂν πάλιν ὡς ἐν ἀμφοῖν ὁ Χριστός. Ἐν ἄρσενι μὲν, ὡς