194
ΚΟΣΜΟΥ ΕΤΗ ΕΧΝΓ Τῆς θείας σαρκώσεως ἔτη ρνγʹ Ῥωμαίων ιδʹ ἐβασίλευσε
Μάρκος Αὐρήλιος ὁ καὶ Οὐῆρος, Λούκιός τε Αὐρήλιος καὶ Κόμοδος ἔτη ιθʹ. Λούκιος Καῖσαρ ἱερουργῶν ἐν Ἀθήναις εἶδε πῦρ ἀπὸ δυσμῶν εἰς ἀνατο λὴν κατ' οὐρανὸν φερόμενον. Λούκιος Καῖσαρ Πάρθους ὑποτάξας κατ' αὐτῶν ἐθριάμβευσεν. Οὐολόγεσσος Πάρθων βασιλεὺς τὴν Ῥωμαίων χώραν κατέδραμε. Περεγρῖνος ὁ φιλόσοφος ἐν τῇ πανηγύρει πῦρ ἀνάψας ἑαυτὸν ἐνέπρησε μιμούμενος Κάλανον Βραχμᾶνον τὸν κατὰ Ἀλέξανδρον γυμνοσοφιστήν. Πολύκαρπος ὁ ἱερώτατος Σμύρνης ἐπίσκοπος τῷ ὑπὲρ Χριστοῦ μαρτυ ρίῳ ἐτελειώθη διωγμοῦ κατὰ τὴν Ἀσίαν γεγονότος. Πολλοὶ δὲ καὶ κατὰ τὰς Γαλλίας νομίμως ὑπὲρ Χριστοῦ ἤθλησαν, ὧν τὰ μαρτύρια ἀναγέγραπται εἰς μνημόσυνον τοῖς μετέπειτα. Ῥωμαῖοι Γερμανοὺς καὶ Σαυρομάτας καὶ ∆άκας Κουάδους κατεπά λαισαν, λοιμώδης τε νόσος ἐπικρατήσασα μέχρι Ῥώμης ἔφθασε. Λούκιος αὐτοκράτωρ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἔτει ἐτελεύτησεν. Ἀπολλινάριος ἐπίσκοπος Ἱεραπόλεως τῆς ἐν Ἀσίᾳ, ἱερὸς ἀνήρ, ἤκμαζε, καὶ Μελίτων Σαρδιανῶν ἐπίσκοπος τῆς Λυδίας, ὃς καὶ βίβλον ἀπολογίας Ἀντωνίνῳ ὑπὲρ Χριστιανῶν ἐπέδωκε. 431 ∆ιονύσιος ἐπίσκοπος Κορίνθου, ἱερὸς ἀνήρ, ἐγνωρίζετο. Ὀππιανὸς ἁλιευτικῶν ποιητὴς ἤκμαζε Κίλιξ τῷ γένει. Ταῖς Χριστιανῶν εὐχαῖς ὁ Ῥωμαίων στρατὸς δίψει διαφθείρεσθαι μέλ λων ἐν Κουάδοις περισῴζεται θεοῦ ὕσαντος καὶ τοὺς πολεμίους Γερμα νοὺς καὶ Σαυρομάτας σκηπτῷ διαφθείραντος, ὡς καὶ αὐτὸς Ἀντωνῖνος ἐπιστέλλων μαρτυρεῖ. Περτίναξ ἡγεῖτο τοῦ στρατοῦ. Ῥωμαίων ἐπίσκοπος ιαʹ Ἀνίκητος ἔτη ιαʹ, ἐφ' οὗ Πολύκαρπος ἐν Ῥώμῃ. Ῥωμαίων ιβʹ ἐπίσκοπος Σωτήριχος ἔτη θʹ. Ἀντιοχείας ςʹ ἐπίσκοπος Θεόφιλος ἔτη ιγʹ. Θεοφίλου τούτου συγγράμματα διάφορά εἰσι καὶ φέρονται. Ἀλεξανδρείας ιʹ ἐπίσκοπος Ἀγριππῖνος ἔτη ιβʹ. Ἱεροσολύμων καʹ ἐπίσκοπος Γάιος ἔτη γʹ. Ἱεροσολύμων κβʹ ἐπίσκοπος Σύμμαχος ἔτη βʹ. Ἱεροσολύμων κγʹ ἐπίσκοπος Γάιος ἄλλος ἔτη γʹ. Ἱεροσολύμων κδʹ ἐπίσκοπος Ἰουλιανὸς ἔτη δʹ. Ἡ κατὰ Φρύγας συνέστη ψευδοπροφητία. Ἡρωδιανὸς γραμματικὸς ἄριστος ἤκμαζε.
ΚΟΣΜΟΥ ΕΤΗ ΕΧΚΕ Τῆς θείας σαρκώσεως ἔτη ρξεʹ Τὰ ὑπόλοιπα Ῥωμαίων ιδʹ
Μάρκου Αὐρηλίου Ἀντωνίνου τοῦ καὶ Οὐήρου ἔτη Γαληνὸς ἰατρὸς ἄριστος ἤκμαζε τῷ γένει Περγαμηνός. Ἰουλιανὸς νομοθέτης ἐν Ῥώμῃ καὶ Φρόντων ὁ ῥήτωρ. 432 Ἀριστείδης Σμυρναῖος σοφιστής. Νικόστρατος λογοποιός. Ὀππιανὸς Κίλιξ ποιητὴς ἁλιευτικῶν. Σέξτος ἀδελφιδοῦς Πλουτάρχου τοῦ Χαιρωνέως φιλοσόφου. Ἀττικὸς Πλατωνικὸς φιλόσοφος. Ἀντωνῖνος κοινωνὸν τῆς βασιλείας Κόμοδον ἴδιον παῖδα ἀνέδειξεν. Ὁ αὐτὸς κατὰ τῶν πολεμίων σὺν αὐτῷ ἐθριάμβευσεν. Ἀντωνῖνος καὶ Κόμοδος οἱ αὐτοκράτορες διανομὰς καὶ θέας παντοίας παρέσχον, τά τε δημόσια τέλη ἀνῆκαν καὶ τοὺς τῶν χρεῶν χάρτας ἐπὶ τῆς Ῥωμανισίας ἀγορᾶς κατέφλεξαν. νόμους καὶ διατάξεις εὖ συνειδότες ἀνενεώσαντο. Ἀντωνῖνος ἐν Παννονίαις, ὡς δέ τινες ἄλλοι, ἐν Σπανίαις νόσῳ τελευτᾷ. Ῥωμαίων ιγʹ ἐπίσκοπος Ἐλευθέριος ἔτη ιεʹ. Ἀντιοχείας ζʹ ἐπίσκοπος Μάξιμος ἔτη ιγʹ. Ἱεροσολύμων κεʹ ἐπίσκοπος Ἠλίας ἔτη βʹ. Ἱεροσολύμων κςʹ ἐπίσκοπος Ἀπίων, οἱ δὲ Καπίτων, ἔτη δʹ. Σμύρνα πόλις τῆς Ἀσίας σεισμῷ κατεπτώθη καὶ πρὸς ἀνοικοδομὴν ἀνείθη τῶν φόρων ἔτη ιʹ.
ΚΟΣΜΟΥ ΕΤΗ ΕΧΟΒ Τῆς θείας σαρκώσεως ἔτη ροβʹ Ῥωμαίων ιεʹ ἐβασίλευσε
Κόμοδος ἔτη ιγʹ. Κόμοδος ὑπὸ τῆς συγκλήτου Σεβαστὸς ἀνηγορεύθη. 433 Ὁ αὐτὸς κατὰ Γερμανῶν ἐθριάμβευσεν. Εἰρηναῖος ἐπίσκοπος Λουγδόνων πόλεως Γαλλίας θείοις λόγοις καὶ πρά ξεσι διέλαμπε. Τὸ Σεραπεῖον ἐν Ἀλεξανδρείᾳ κατεφλέχθη. Τὰς ἐν τῷ Καπετωλίῳ βιβλοθήκας καὶ ἄλλα τούτου μέρη σκηπτὸς κατέφλεξε. Τοῦ ἐν