194
θρασέως κατ' αὐτῆς τῆς ἱερᾶς χωρῆσαι ἡσυχίας καὶ τοῖς ἡσυχάζουσι πολλὰ προστρίψασθαι ὀνείδη, ἀπατεῶνας καλοῦντα καὶ ψευδομένους καλοῦντα καὶ Μασσαλιανοὺς, ἐκ τοῦ φῶς περιαστράπτειν τοὺς ἁγίους ἀκηκοέναι τὰς ἀφορμὰς εἰληφότα τῶν πολλῶν λοιδοριῶν. καίτοι γε τῷ διδάξαντι περὶ ἄλλων μὲν ἄν τις μέμφοιτο δικαίως, περὶ τούτου δὲ οὐδείς. ἄλλους τε γὰρ περιήστραψε πολλοὺς τὸ θεῖον τοῦτο φῶς ἐν τοῖς τοῦ διωγμοῦ καιροῖς ἀγωνιζομένους ὑπὲρ Χριστοῦ, καὶ Ἀντώνιον τὸν θεῖον οὐ πρὸς τυράννους, ἀλλὰ τοὺς δεινοτέρους τυράννων δαίμονας παρατεταγμένον, ὡς ἐκ τῶν περὶ αὐτοῦ συγγεγραμμένων ἔξεστι μαθεῖν. οὐ μὴν ἀλλ' εἰ δεῖ καὶ ταῦτα πάντα παραδραμόντας πρὸς τὸ πρῶτον παράδειγμα ἀναδραμεῖν, σαφῶς ἐξέσται τοῦ δυνατὸν εἶναι τοῖς σωματικοῖς ὀφθαλμοῖς θεῖον καὶ ἄκτιστον φῶς θεάσασθαι τὴν ἀπόδειξιν λαβεῖν. παραλαβὼν γάρ, φησιν, ὁ κύριος πρὸ τοῦ πάθους τοὺς προκρίτους τῶν μαθητῶν καὶ ἀνελθὼν ἐπὶ Θαβὼρ, μετεμορφώθη ἔμπροσθεν αὐτῶν καὶ ἔλαμψε 1.549 τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος· οὗ μὴ φέροντες τὴν λαμπρότητα ὁρᾷν οἱ μαθηταὶ κατέπεσον ἐπὶ τὴν γῆν. εἰ οὖν κἀκεῖνοι ἄνθρωποί τε ὄντες καὶ ἔτι ἀτελέστερον διακείμενοι, τὸ περιαστράψαν αὐτοὺς θεῖον καὶ ἄκτιστον φῶς ἠδυνήθησαν ἰδεῖν, τί θαυμαστὸν εἰ καὶ νῦν τοὺς ἁγίους φαίημεν φῶς ὁρᾷν ἄνωθεν ἐλλαμπομένους ἐκ θεοῦ; διὸ δή σου καὶ δεόμεθα περὶ τῶν τοιούτων μήτε λέγειν μήτε λογογραφεῖν, ὡς ὀλίγα ἢ οὐδὲν περὶ αὐτῶν εἰδότα· ἀλλὰ καὶ τὰ γεγραμμένα ἀφανίζειν, ὡς πολλοῖς αἴτια βλάβης παρεσόμενα οὐ τῆς τυχούσης. Τοιαῦτα μὲν Γρηγόριος καὶ οἱ περὶ αὐτὸν διεπρεσβεύοντο πρὸς Βαρλαὰμ, οἰόμενοι τὴν παραίνεσιν αὐτῷ τὴν γλωσσαλγίαν στήσειν. τὸ δ' ἐναντίως ἢ αὐτοὶ ᾠήθησαν ἀπέβη. ὡς γὰρ τοὺς λόγους ὁ πρεσβεύων διῄει πρὸς αὐτὸν, ἐν μὲν τοῖς ἄλλοις ἡσυχίαν ἦγε, τὸ ἐν Θαβωρίῳ δὲ λάμψαν φῶς ἄκτιστον ἀκούσας «τῆς ἀτοπίας!» ἀνεβόησε· «καπνὸν γὰρ φεύγοντες, ἐμπεπτώκαμεν εἰς πῦρ. ἄκουε οὐρανὲ καὶ ἐνωτίζου ἡ γῆ· τὸ ἐν Θαβὼρ φῶς ἄκτιστον καὶ τί ἄλλο ἢ θεὸς καθ' ὑμᾶς! οὐδὲν γὰρ ἄκτιστον ὅτι μὴ θεός. εἰ οὖν μήτε κτίσμα τὸ φῶς ἐκεῖνο, μήτε θεοῦ οὐσία, θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε, τί λοιπὸν ἢ δυσὶ λατρεύειν θεοῖς, ἑνὶ μὲν, τῷ πάντων δημιουργῷ, ὃν καὶ ἀόρατον πᾶς τις ἂν ὁμολογήσειε, δευτέρῳ δὲ, τῷ καθ' ὑμᾶς ὁρωμένῳ ἀκτίστῳ τούτῳ φωτί; ἐγὼ δὲ οὔτε 1.550 πρότερον οὔθ' ὕστερόν ποτε ἀνασχοίμην ἂν ὁπωσοῦν τι διαφέρον τῆς οὐσίας τοῦ θεοῦ ἄκτιστον ἡγεῖσθαι.» ἐκ τούτων δὴ τῶν λόγων ὥσπερ ἀφετηρίας ὁρμηθεὶς, πολλὰ καὶ εἶπε καὶ συνεγράψατο κατὰ Γρηγορίου καὶ τῶν ἄλλων μοναχῶν, πρὸς τοῖς πρότερον καὶ διθεΐαν ἐγκαλῶν. οὐ μὴν οὐδὲ ἐκεῖνοί γε ἠμέλουν τοῦ μὴ ἀντιλέγειν φανερῶς καὶ διεφθαρμένα δόγματα εἰσάγοντα ἀποδεικνύναι καὶ τοῖς θεοσόφοις λόγοις ἐναντία. Βαρλαὰμ δὲ οἰόμενος καὶ τῶν ἀρχαίων θεολόγων σοφίᾳ λόγων καὶ πειθοῖ κρατήσειν, εἰς Βυζάντιον ἐκπλεύσας, Ἰωάννῃ τῷ πατριαρχεύοντι τότε τὰ κατὰ τῶν μοναχῶν συγγράμματα ἐγχειρίζει καὶ σύνοδον ἐδεῖτο συναθροίζειν κατ' αὐτῶν, ὡς τοῖς ὀρθοῖς δόγμασιν ἐναντία καὶ φρονοῦντας καὶ λέγοντας ἐλέγξων, καὶ πολὺς ἦν ῥέων κατ' ἐκείνων, καὶ τὴν διθεΐαν ἐγκαλῶν. πατριάρχῃ δὲ περιορᾷν οὐ δεῖν ἐδόκει τὰ τοιαῦτα, ἀλλὰ γράμμασιν ἐκάλει τοὺς μοναχοὺς ἐκ Θεσσαλονίκης ἀπαντᾷν ἐπὶ τὴν δίκην· καὶ παρῆσαν καὶ αὐτοὶ τῶν λόγων ὑφέξοντες εὐθύνας. ἐν τούτοις δὲ αὐτοῖς τῶν πραγμάτων, καὶ θορύβου πολλοῦ καὶ ταραχῆς τὴν ἐκκλησίαν κατεχούσης, καὶ ὁ βασιλεὺς ἐκ τῆς εἰς Ἀκαρνανίαν στρατείας εἰς Βυζάντιον ἐπανῆκε. καὶ πυθόμενος ὅσα Βαρλαὰμ διαφέροιτο καὶ οἱ μοναχοὶ, πρῶτα μὲν κατασιγάζειν ἐπειρᾶτο, ἑκατέροις παραινῶν τῆς ἀντιλογίας ἀποσχέσθαι καὶ τὴν ἔχθραν καταλύσαντας, ὥσπερ καὶ πρότερον ἀλλήλοις εἶναι φίλους καὶ μὴ διὰ φιλονεικίαν σφίσι τε αὐτοῖς καὶ τοῖς ἄλλοις ταραχὴν παρέχειν· 1.551 ὡς δὲ ἐπείθοντο οὐδέτεροι, ἀλλ' ὅ,τε Βαρλαὰμ διεφθαρμένα ἰσχυρίζετο δοξάζοντας ἀποδείξειν Γρηγόριον καὶ τοὺς περὶ αὐτὸν καὶ ἐπέσπευδε τὴν δίκην, ὅ,τε Γρηγόριος ἀδικεῖσθαι διετείνετο καὶ οἱ περὶ