194
ἀντεπάγειν καὶ ἀνταστράπτειν ταῖς ἀστρα2.87 παῖς ἐνσκήπτειν τε κεραυνούς, διεφθάρη, τῆς λίμνης παρ' ῃ τὰ αὐτοῦ βασίλεια ιδρυτο ἐπιρρυείσης αἰφνίδιον καὶ καταποντισάσης κἀκεῖνον καὶ τὰ βασίλεια. ̓Αουεντῖνος δὲ ὁ υἱὸς αὐτοῦ ἐν πολέμῳ ἀπέθανε. Καὶ ταῦτα μὲν περὶ Λαουινίου καὶ ̓Αλβανῶν· τὰ δὲ τῶν ̔Ρωμαίων ἀρχὴν ἐσχήκασι τὸν Νομίτωρά τε καὶ τὸν ̓Αμούλιον, οι ̓Αουεντίνου μὲν ἐγένοντο υἱωνοί, τοῦ δ' Αἰνείου ἀπόγονοι. τῆς γοῦν ἐν Αλβῃ βασιλείας κατὰ διαδοχὴν περιελθούσης αὐτοῖς, νείμασθαι ταύτην ἠθέλησαν καὶ τὰ χρήματα. τοῦ ̓Αμουλίου τοίνυν ἰδίᾳ μὲν τὰ χρήματα θέντος, ἰδίᾳ δέ γε τὴν βασιλείαν, καὶ ἐξ ἀμφοῖν τὸν ἀδελφὸν προτρεψαμένου ο πρὸς βουλῆς αὐτῷ ἐπιλέξασθαι, τὴν βασιλείαν ειλετο ὁ Νομίτωρ, ατε καὶ πρεσβύτερος ἀδελφός· λαβὼν δὲ τὰ χρήματα ὁ ̓Αμούλιος, καὶ δύναμιν ἐκ τούτων περιβαλλόμενος, καὶ τὴν βασιλείαν ἀφείλετο. θυγατρὸς δὲ τῷ Νομίτωρι ουσης, δεδιὼς μὴ παῖδες ἐξ αὐτῆς γένοιντο καὶ κατεξανασταῖεν αὐτοῦ, ἱέρειαν τῆς ̔Εστίας ἐκείνην ἀπέδειξεν, αγαμον διὰ τοῦτο καὶ παρθένον διὰ βίου μέλλουσαν εσεσθαι. ἡ δὲ κύουσα ἐφωράθη μετέπειτα ὑπὸ Αρεος, ὡς μυθεύεται, ὑπ' ἀνθρώπων δὲ πάντως τινός. ειρχθη ουν διὰ τοῦτο, ινα μὴ λάθῃ τεκοῦσα. καὶ ετεκε διδύμους παῖδας μεγάλους τε καὶ καλούς. μᾶλλον ουν φοβηθεὶς ὁ ̓Αμούλιος ἐκέλευσε τὰ βρέφη ῥιφῆναι. καὶ ὁ ταῦτα λαβὼν σκάφῃ ἐνθέμενος ἐμβάλλει τῷ ποταμῷ τῷ Τιβέριδι. παρασῦραν δὲ τὴν σκάφην τὸ ῥεῦμα εις τινα χῶρον κατήνεγκε μαλθακόν· ενθα κειμένοις τοῖς βρέφεσι λύκαιναν ἱστοροῦσι προσιοῦ2.88 σαν θηλὴν παρέχειν αὐτοῖς, καὶ ορνιν δρυοκολάπτην παρεῖναι ταῦτα ψωμίζοντα καὶ φυλάττοντα. ἐκεῖ δὲ κείμενα τὰ βρέφη λαθὼν ἀφείλετό τις ̓Αμουλίου συοφορβὸς Φαυστοῦλος καλούμενος· καὶ παρὰ τῆς ἐκείνου ἐτράφησαν γυναικός, ῃ ονομα Λαρεντία· καὶ ὁ μὲν ̔Ρωμύλος, ὁ δ' ετερος ̔Ρῶμος ἐκλήθησαν. τινὲς δὲ μὴ λύκαιναν ειναι τὴν τῶν παίδων φασὶ τροφόν, ο καὶ πιθανώτερον η ἀληθέστερον μάλιστα, ἀρχὴν δὲ τὸν λόγον ουτω λαβεῖν. λούπας καλοῦσι ̔Ρωμαῖοι τάς τε λυκαίνας καὶ τὰς ἑταίρας· πορνευομένη δ' ἡ Λαρεντία, η τοὺς παῖδας ἐθρέψατο, καὶ λοῦπα διὰ τοῦτο καλουμένη, χώραν τῷ μύθῳ παρέσχετο. Αὐξανόμενοι δὲ θυμοειδεῖς ησαν καὶ ἀνδρώδεις ἀμφότεροι· ὁ δὲ ̔Ρωμύλος ἐδόκει συνέσει διαφορώτερος καὶ ἡγεμονικὸς μᾶλλον τὴν φύσιν η πειθαρχικός. γενομένης δέ ποτε πρὸς τοὺς Νομίτωρος βουκόλους τοῖς τοῦ ̓Αμουλίου διαφορᾶς, συγκόπτουσιν αὐτοὺς οἱ ὁμαίμονες καὶ τῆς ἀγέλης συχνὴν ἀποτέμνονται μοῖραν. μόνῳ δὲ τῷ ̔Ρώμῳ σὺν ὀλίγοις αλλοις βαδίζοντι οἱ τοῦ Νομίτωρος βουκόλοι λοχήσαντες συνέλαβον αὐτὸν καὶ ἀπήγαγον πρὸς Νομίτωρα· καὶ ος πρὸς ̓Αμούλιον ἐλθὼν ἐδεῖτο τυχεῖν δίκης, ἀδελφὸς ων καὶ ὑπὸ τῶν οἰκείων αὐτοῦ ὑβρισμένος. ὁ δὲ παραδίδωσι τῷ Νομίτωρι τὸν ̔Ρῶμον ὡς βούλοιτο χρήσασθαι. ος οικοι ἐλθὼν καὶ τὸν νεανίσκον ὁρῶν ὑπερφέροντα μεγέθει καὶ ῥώμῃ, καὶ τὸ θαρραλέον αὐτοῦ καὶ ἀδούλωτον τῆς ψυχῆς θαυμάζων, ἀνέκρινεν οστις ειη καὶ οθεν γένοιτο, φωνῇ πραείᾳ. ὁ δὲ θαρρῶν ελεγεν ὡς "δίδυμοι μέν ἐσμεν ἀδελφοί, γοναὶ δὲ ἡμῶν ἀπόρρητοι λέγονται καὶ τρο2.89 φαὶ καὶ τιθηνήσεις θαυμασιώτεραι, θηρίοις καὶ οἰωνοῖς τραφέντων παρὰ τὸν μέγαν ποταμὸν ἐν σκάφῃ τινὶ κειμένων, η ετι σώζεται, χαλκοῖς ὑποζώμασι γραμμάτων ἀμυδρῶν ἐγκεχαραγμένων." ̔Ο μὲν ουν Νομίτωρ τοῖς τε λόγοις τοῦ ̔Ρώμου καὶ τῇ οψει πρὸς εννοιαν τῆς ἐκθέσεως τῶν τῆς θυγατρὸς ἐνήγετο παίδων, ὁ δὲ Φαυστοῦλος τὴν τοῦ ̔Ρώμου μαθὼν σύλληψιν τὸν μὲν ̔Ρωμύλον βοηθεῖν παρεκάλει, τότε σαφῶς διδάξας αὐτὸν περὶ τῆς γενέσεως, πρότερον γὰρ ὑπῃνίττετο, ωστ' αὐτοὺς μὴ μικροφρονεῖν, αὐτὸς δὲ τὴν σκάφην κομίζων ἐχώρει πρὸς τὸν Νομίτωρα σπουδῆς καὶ δέους μεστός. τοῖς δὲ περὶ τὰς πύλας τοῦ ̓Αμουλίου φρουροῖς ὑφορώμενος, καὶ ταραττόμενος περὶ τὰς ἀποκρίσεις, οὐκ ελαθε τὴν σκάφην τῷ χλανιδίῳ περικαλύπτων. ὑπολαβόντες δὲ κλοπιμαῖόν τι φέρειν αὐτόν, εἰς μέσον τὴν σκάφην προήγαγον. ετυχε δέ τις παρὼν ἐκεῖ τῶν τὰ παιδάρια ἐκθεμένων· ος τὴν σκάφην γνωρίσας, δραμὼν φράζει τῷ