194
ἐπανέστησαν. ∆αβίδ· ἐπέθεντο ἐπ' ἐμοὶ κραταιοί. epsilon.826 ̓Επέθετο. ἐλιχνεύσατο. οιον ἐτέρφθη. ουτε χρημάτων ἀφαιρέσει ἐπέθετο. ̓Επεθείαζε. μανικῶς διετέθη, η διετίθετο. θεόληπτος ἐγένετο. Μένανδρος· ὁ ἡγεμὼν ἐν ἑνὶ τῶν ἑπτὰ λόφων ἀνελθὼν, ἐπεθείαζε ῥήμασι βαρβάροις. καὶ ἀντὶ τοῦ ἐθαύμαζεν, η ἀντὶ τοῦ ἐχόρευεν. ̓Επιθειάσασ. θαυμάσας. ̓Επεκάλει. ἐμέμφετο, ὠνείδιζεν. ὁ δὲ πολλοῖς ἐπεκάλει τῶν φίλων τὰ τοιαῦτα ἐγκλήματα. ̓Επεγράψαντο. ἀντὶ τοῦ διϊσχυρίζοντο, ἐβεβαίουν. οἱ δὲ εἰς Θρᾴκην εὐδοκιμοῦντα αὐτὸν οἰκιστὴν ἀντὶ Αγνωνος ἐπεγράψαντο. ̓Επεκήρυξαν. διασήμως καὶ διαπρυσίως ἐλάλησαν. ἐπεκήρυξαν δὲ τάλαντον δώσειν τῷ μηνύσαντι. ̓Επελέξαντο. ἀντὶ τοῦ ἀνέγνωσαν. ̔Ηρόδοτος· ὁ δὲ γραμματεὺς ἐπελέγετο τὰ γράμματα. epsilon.827 ̓Επελήσθην. ἐν λήθῃ γέγονα. ̓Επελήφθη. ἐπήρξατο. ηδη δὲ ἐπελήφθη νὺξ τῆς τρίτης φυλακῆς, καὶ ὁ ἡγεμὼν τοὺς λόχους καθίστατο. ̓Επελπίζων. εἰς ἐλπίδας αγων. τὰ μὲν αὐτοὺς ἐπελπίζων ὑποσχέσεσιν. ̓Επελήκεον. ἐπεβόων, ἐψόφουν. ἐπεκρότουν. ισως ἀπὸ τοῦ ληκῶ, ληκεῖς. ̓Επεμαρτύραντο. μάρτυσιν ἐχρήσαντο. οἱ δὲ πιστὰ δόντες καὶ λαβόντες, ἐπεμαρτύραντο τοὺς θεούς. ουτω Ξενοφῶν. ̓Επεμβαίνων. ἐπιχλευάζων, καὶ ἐπικερτομῶν. ὁ δὲ ἐπεμβαίνων τῇ τύχῃ αὐτῶν σφόδρα ἀμαθῶς, καὶ ἀνθρωπίνως ηκιστα. ̓Επέμυξεν. ἐξεμυκτήρισεν. ηχον διὰ τῶν ῥινῶν ἐποίησεν. ̓Επενεγκών. καταδικάσας. Προκόπιος· ἐπενεγκὼν δὲ αὐτῷ, οτι δὴ ὡς ηκιστα ἀληθίζεται, αμφω τὼ χεῖρε ἀπέκοψεν. ̓Επενήνεον. συγκατετίθεντο, καὶ ἀντὶ τοῦ ἐπεσώρευον. ἀπὸ τοῦ εις, ἑνὸς, ηγουν τὸ τὰ διῃρημένα εἰς εν συνάγειν. ηνεον, ἐνήνεον καὶ ἐπενήνεον. epsilon.828 ̓Επενήνοθεν. ἐπήνθει, ἐπέκειτο, καὶ ἀντὶ τοῦ ὑπῆρχεν. ἐκ τοῦ εω, τὸ ὑπάρχω. ἐκ τούτου ἐέθω, ὡς φλεγέθω. ειτα κατὰ συναίρεσιν τῶν δύο ˉεˉε εἰς ητα καὶ ἐν συνθέσει ἐνήθω. τούτου ὁ μέσος παρακείμενος ενηθα, καὶ ὁ ̓Αττικὸς ἐνένηθα. ειτα ἐπειδὴ ὁ ̓Αττικὸς παρακείμενος τρίτου ἀπὸ τέλους βραχεῖαν εχει ὑπέρθεσιν, γίνεται τὸ ˉη εἰς ˉε καὶ τὸ ˉε εἰς ˉη, καὶ γίνεται ἐνένηθα, καὶ τροπῇ τοῦ ˉε εἰς ˉο, ἐνήνοθα καὶ ἐπενήνοθα. εἰ γὰρ τὴν ἐψιλωμένην καὶ μαδῶσαν καὶ ὀλιγότριχον σημαίνει μᾶλλον τὸ δασύ· κάλλιον δέ ἐστι τὸ ἐπενήνοθεν ἀντὶ τοῦ ὑπῆρχεν, ἐκ τοῦ εω τὸ ὑπάρχω. ̓Επεντρυφήσαντοσ. καταπολαύσαντος. καταυθαδιασμένου τὲ καὶ ἐπεντρυφήσαντος αὐτοῖς. ̓Επεπάμεθα. κεκτήμεθα. πάνθ' οσα καὶ ἐν ζώοις ἐπεπάμεθα. ̓Επεπαίχειν. ἀντὶ τοῦ ἐνεπαίχθην. εστι δὲ ὑπερσυντέλικος. ἐπεπέχειν δὲ, ἀντὶ τοῦ ἐπεπέχεισαν, ἐκ τοῦ πέκω, τὸ κτενίζω, ψιλόν. ̓Επέῤῥαξεν. ἐπέπεσε, συνεπλάκη. ὁ δὲ πολλὴν διανύσας ὁδὸν, αφνω τούτοις ἐπέῤῥαξεν. epsilon.829 ̓Επερειδόμενοσ. ἐπιστηριζόμενος. ̓Επερατώθη. ἐτελειώθη. ̓Επεπολεῖτο. ἐπεπορεύετο. ̓Επεῤῥώσατο. ἐσείσθη. εστι ῥῆμα ῥώω, ο σημαίνει τὸ κινῶ καὶ σείω. ὁ μέλλων ῥώσω, εῤῥωσα, ἐῤῥωσάμην, ἐῤῥώσαντο καὶ ἐπεῤῥώσαντο. ̓Επέσβη. ἐπεισῆλθεν. ̓Επέσειεν. ἐπανετείνετο. αὐτοῖς δ' ἐπέσειε φόβον ὡς αὐτίκα τεθνήξοντος. ̓Επεσημῄναμεν. ἐξεπλάγημεν, ἐθαυμάσαμεν. τίς οὐκ αν ἐπισημῄναιτο καὶ θαυμάσειε τὸν προειρημένον ἐπὶ τούτοις ἡγεμόνα. ̓Επέσκηψεν. ἐπέπληξεν. ̓Επέσπερχεν. ἀντὶ τοῦ διήγειρε καὶ παρέθηγεν. ος δὴ μάλιστα ἐπέσπερχεν αὐτόν. ̓Επεστάτει. ηρχεν, ἡγεμόνευε. Ξενοφῶν· ἐνepsilon.830 ταῦθα ην Κλέαρχον καταμαθεῖν, ὡς ἐπεστάτει. Επεστί μοι. βούλομαι, θέλω, δύναμαι. η ἐπίκειταί μοι. ̓Επεσφάλακεν. οἱ μὲν ἐπεσπάσθη, οἱ δὲ ἐσάπη, η παρὰ καιρὸν ἀτροφήσαν ἐμαράνθη. ̓Επεστράτευσαν. ἐπέδραμον. ̓Επέσαξεν. εστρωσεν. ̓Επεστάτει. ἐπέβλεπεν. ̓Επεσβολῶν. λοιδορῶν. ̓Επέσευον. μεθ' ὁρμῆς ὑπέστρεφον. ̓Επέτηξεν. ἐλέανεν. λεῖον ἐποίησεν. δελτίον δίπτυχον λαβὼν, τὸν κηρὸν αὐτοῦ ἐπέτηξεν. ̓Επετίλησεν. ἐξεκένωσεν. ̓Αριστοφάνης· ἐπετίλησε συχνήν. τὴν κόπρον. epsilon.831 ̓Επετίμα. ἐπηύξει τὴν τιμήν. οἱ δὲ κερδαίνειν οἰόμενοι ἐπετίμων ὡς λιμώττοντι τὸν σῖτον. ̓Επετοξάζοντο. ἐτόξευον. Επεται. ἀκολουθεῖ. ̓Επέπλωσ. τινὲς λέγουσιν ἀπὸ τοῦ πλῶμι. οπερ ἐν χρήσει οὐχ ευρηται. οὐκ εστι δὲ ἀληθές· ἀλλ' εστιν ἀπὸ τοῦ θέματος τοῦ πλώω, πλώσω, ὁ