194
πάντα ἀγκῶνα χειρὸς, καὶ ποιοῦντες ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν ἡλικίας, τοῦ διαστρέφειν ψυχὰς, ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια φθέγματα.» «Ἠπάτησάν σε, καὶ ἠδυνήθησάν σοι ἄνδρες εἰρηνικοί σου· κατίσχυσάν σου ἐν ὀλισθήματι ποδός σου.» «Ὁ σοφιζόμενος ἐν λόγοις, μισητὸς, οὗτος πάσης χρείας ὑστέρησεν. Οὐ γὰρ ἐδόθη αὐτῷ χάρις παρὰ Κυρίου.» «Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.» «Οὐαὶ ὑμῖν οἱ γελῶντες νῦν, ὅτι κλαύσετε.» «Οὗτοί εἰσι γογγυσταὶ, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέροχα· καὶ θαυμάζοντες πρόσωπα, ὠφελείας χάριν.» Φύγωμεν κολακείας καὶ θωπείας, καὶ τῆς Ἀρχιλόχου ἀλώπεκος τὸ κερδαλέον καὶ ποικίλον. Οὐδὲν γὰρ χαλεπώτερον τοῖς εὖ φρονοῦσι τοῦ πρὸς δόξαν ζῇν, καὶ τὰ τοῖς πολλοῖς δοκοῦντα περισκοπεῖν, καὶ μὴ τὸν ὀρθὸν λόγον ἡγεμόνα ποιεῖσθαι τοῦ βίου. 96.77 Τὸ γέλωτι ἀκρατεῖ καὶ ἀσχέτῳ κατέχεσθαι, ἀκρασίας σημεῖον. Ἄχρι μὲν γὰρ μειδιάματος φαιδροῦ τὴν διάχυσιν τῆς ψυχῆς ὑποφαίνειν οὐκ ἀπρεπὲς, ὅσον δεῖξαι μόνον τὸ γεγραμμένον· Καρδίας εὐφραινομένης θάλλει πρόσωπον. Ἐκκαχάζειν δὲ τῇ φωνῇ, καὶ ἀναβράζεσθαι τὸ σῶμα, οὐ τοῦ κατεσταλμένου τὴν ψυχὴν, οὐδὲ τοῦ δοκίμου, οὐδὲ τοῦ περικρατῶς ἔχοντος ἑαυτοῦ. Βεβαιοῖ γὰρ τὸν λόγον ὁ σοφώτατος Σολομῶν, ὅτι Ὁ μωρὸς ἐν γέλωτι ἀνυψώσει φωνὴν αὐτοῦ· ἀνὴρ δὲ σοφὸς μόλις ἡσυχῆ μειδιάσει. -Ἀνθρωπάρεσκός ἐστιν, ὁ πρὸς τὸ θέλημα ἀνθρώπου τινὸς, ἢ ἀρέσκειαν αὐτοῦ ποιῶν τι, κἂν ἀτιμίας ἄξιον ᾖ τὸ γινόμενον. Μὴ ἐν ῥήμασιν εὐτραπέλων καὶ γελοιαστῶν ἀνθρώπων ἡδυνθῶμεν, ἃ μάλιστα λύειν τῆς ψυχῆς τὸν τόνον πέφυκεν. -Πεφύκασί πως ταῖς μεγάλαις δυναστείαις αἱ ἀπελεύθεροι αὗται παραφύεσθαι θεραπεῖαι. Οἳ διὰ τὸ ἀπορεῖν οἰκείου ἀγαθοῦ, δι' οὗ γνωρισθῶσιν, ἐκ τῶν ἀλλοτρίων κακῶν ἑαυτοὺς συνιστῶσιν· καὶ σχεδὸν ὥσπερ ἡ ἐρυσίβη τοῦ σίτου ἐστὶ φθορὰ, ἐν αὐτῷ γινομένη τῷ σίτῳ, οὕτω καὶ ἡ κολακεία τὴν φιλίαν ὑποδυομένη, λύμη ἐστὶ τῆς φιλίας. Γέλως γέλωτος εὖ φρονοῦσιν ἄξιος, Μάλιστα μὲν πᾶς, τὸ πλέον δ' ὁ πορνικός. Γέλως ἄτακτος συλλέγει καὶ δάκρυον. Κρεῖσσον κατηφὲς ἦθος, ἢ τεθρυμμένον. Ὁ ἀνθρώποις ἀρέσκων, τοὺς παρ' αὐτῶν ἐπαίνους ἔχοι ἂν εἰκότως εἰς ἀντιμισθίας δύναμιν. Λήψεταί γε μὴν τῶν παρὰ Θεοῦ σύμπαν οὐδέν. Στωμύλον τὸ στόμα καὶ φράσις εὐεπὴς τέρψιν παρέχει καὶ ἔπαινον πρὸς κενὴν δόξαν ἀθλίοις ἀνθρώποις, ἔχουσι τὸν νοῦν κατεφθαρμένον. Μιμητὰς δὲ ἀνθρώπων γελοίων, μᾶλλον δὲ καταγελάστων παθῶν, τῆς ἡμετέρας ἐξελαστέον πολιτείας· τοὺς γελωτοποιοὺς ἐξοικιστέον τῆς ἡμεδαπῆς πολιτείας. -Οὐκ ἂν ἔχοι τις ἕταιρον τὸν κόλακα. Νόσος γὰρ φιλίας ἡ κολακεία. Τὰς τῶν ἀρχόντων εὐπραγίας, μᾶλλον ἢ τοὺς ἄρχοντας αὐτοὺς εἰώθασι θεραπεύειν οἱ πλεῖστοι Μὴ τοῖς ἐπαίνοις θέλγοντας καὶ φρεναπατῶντάς σε ἀποδέχου. Μισεῖν γὰρ τοὺς κόλακας οἱ σοφοὶ παρεγγυῶσιν ὡς μεγάλα βλάπτοντας. Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην, ἐλάλει ὁ μακάριος ∆αβίδ. Ἐχρῆν οὖν στυγνάζειν σε μᾶλλον, καὶ κατηφεῖν ἐπὶ τοῖς ἐνθυμήμασι τῆς ἀτοπίας, ἅ τινα γεννήματα ἐχιδνῶν τυγχάνουσιν ψυχῆς τῆς κατημελημένης. Καὶ δέον δάκρυσιν ἐκτήκειν τοὺς ἔξωθεν ὀφθαλμοὺς, καὶ τοὺς ἔσω, αὐτὸς νῦν τοὐναντίον ποιεῖς, γελοιάζων, καὶ ἀναβρασσόμενος, καὶ πᾶσαν ὡς εἰπεῖν, ὥραν χαίρεις τοῖς σκιρτήμασι τῆς ἀλογίας καὶ τῆς ἀπαιδευσίας· θαῤῥῶν δὲ, καὶ πεποι 96.80 θὼς, καὶ ἀναπαυόμενος τῇ πρὸς ὀλίγον χρόνον ἀποχῇ τῶν βρωμάτων, καὶ τῷ δοκεῖν ἀφιστάναι γυναικός. Ἀλλ' οὐδὲ τοῦτο μόνον. Καὶ γὰρ δαίμονες πλέον τι ἐν τούτῳ σου ἔχουσιν, μηδὲ ὅλως πώποτε ἐσθίοντες, μηδὲ καθεύδοντες.
ΤΙΤΛ. Εʹ. -Περὶ κλεπτῶν.
«Ἐάν τις κλέψῃ μόσχον ἢ πρόβατον, καὶ σφάξῃ αὐτὸ, πέντε μόσχους ἀποτίσει ἀντ' αὐτοῦ. Ἐὰν δὲ καταληφθῇ, διπλᾶ ἀποτίσει.» «Ἐὰν ἁλῷ ἄνθρωπος κλέπτων ψυχὴν ἐκ τῶν ἀδελφῶν αὐτοῦ, ἀποθανεῖται ὁ κλέπτης ἐκεῖνος.» «Ἐὰν ἐν τῷ