194
μεταβαίνοντες καθ' ἑκάστην ἡμέραν τὸν οἰκεῖον αὔξουσι πλοῦτον. "Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών." Ταύτην δὲ, φησὶ, τῶν πραγμάτων εἰργάσατο τὴν μεταβολὴν ἐνανθρωπήσας ὁ Θεὸς Λόγος, καὶ διὰ σαρκὸς τοῖς ἀνθρώποις ἐπιφανεὶς, καὶ πρῶτον ἐν τῇ Σιὼν τὴν οἰκείαν ποιησάμενος ἐπιφάνειαν. θʹ, ιʹ. "Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου· ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεὸς, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ σου." Ταῦτα ὁ προφή της ἐπεύχεται, πόῤῥωθεν τῶν ἀνθρώπων τὴν σω τηρίαν ἰδὼν, καὶ ἀντιβολῶν τὸν τῶν ὅλων Θεὸν, τὴν ἱκετείαν δεξάμενον, ἀεὶ τῆς οἰκείας κηδεμονίας τὸν σεσωσμένον ἀξιῶσαι λαόν. Τοῦτον γὰρ ἐπεκάλεσε πρόσωπον τοῦ Χριστοῦ· οὕτω γὰρ αὐτὸν καὶ ὁ θεῖος Ἀπόστολος προσηγόρευσεν. "Ὑμεῖς γὰρ ἐστὲ σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέλους." Καὶ πάλιν, "Οὐ δύναται ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ἡμῶν οὐκ ἔχω." ιαʹ. "Ὅτι κρείσσων ἡ ἡμέρα μία ἐν ταῖς αὐ λαῖς σου, ὑπὲρ χιλιάδας." Τῆς σῆς γὰρ κηδεμονίας ὁ σὸς λαὸς ἀπολαύων ἀεὶ τῷ σῷ προσεδρεύει ναῷ· πολλὴν ἐντεῦθεν τὴν ὠφέλειαν καρπούμενος. Ἃ γὰρ ἐν μιᾷ τις ἡμέρᾳ δρέψαιτο ἐντεῦθεν, οὐκ ἂν ἑτέρωθεν συναγάγοι πολλὰς ἀναλώσας ἡμερῶν χιλιάδας. Ταῦτα μέντοι καὶ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις λέγειν ἥρμοττεν, ἀσεβέσι μὲν ἀνθρώ ποις συμβιοτεύειν ἠναγκασμένοις, κέρδος δὲ ἐκεῖ θεν ποριζομένοις οὐδὲν, λογιζομένοις δὲ τὴν ἀπὸ τοῦ θείου νεὼ παλαιὰν ὠφέλειαν. "Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν." Οὕτω δέ μοι ὁ θεῖος ἀξιέραστος οἶκος, ὡς αἱρεῖσθαι παρὰ τοῦτον ἐπ' ἐδάφους ἐῤῥίφθαι, καὶ πρὸ τῶν τούτου καλινδεῖσθαι θυρῶν, ἢ ἐν ταῖς μεγάλαις καὶ λαμπραῖς τῶν παρανομίᾳ συζώντων οἰκίαις διαιτᾶσθαι. Ὡσαύτως καὶ ταῦτα καὶ τοῖς ἐν Βαβυ λῶνι πρόσφορα, καὶ ἡμῖν ἐπιτήδεια. Καὶ γὰρ ἐκεί νους ἐδίδασκεν ἡ χάρις τοῦ Πνεύματος, μὴ παρα βλέπειν τοῦ θείου οἴκου τὴν ἐρημίαν, καὶ ἡμεῖς παιδευόμεθα καὶ τοὺς τῷ Θεῷ ἀφιερωμένους 80.1545 οἴκους ποθεῖν ἀεί· [ὅταν μάλιστα ὦσιν οἱ τούτων πρόεδροι ἀνεπίληπτοι καὶ πίστει καὶ βίῳ λαμπροί.] ιβʹ. "Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεός." [Οὐδὲν γὰρ οὕτως Θεῷ προσφιλὲς ὡς ἡ ἐλεημοσύνη καὶ ἡ ταύτης σύντροφος ἀλήθεια.] "Χάριν καὶ δόξαν δώσει Κύριος. [ιγʹ] Οὐ στε ρήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ." Οἱ γὰρ ταύτην ἔχοντες περὶ τὸν Θεὸν τὴν διάθεσιν, τούτων ἁπάντων ἀπολαύουσι τῶν ἀγαθῶν. Ἔλεος γὰρ ἐκ τῶν θείων ἀναβλαστάνει σηκῶν· καὶ πολλὴ ἐκεῖθεν καὶ ἄφθονος τῆς ἀληθείας ἡ χορηγία. Ἐκεῖθεν γὰρ τῶν ἀγαθῶν δογμάτων τὴν διδασκα λίαν δεχόμεθα, καὶ χάριν δὲ θείαν ἐκ τῶν τοῦ παν αγίου Πνεύματος κρουνῶν ἀρυόμεθα. Καὶ μέντοι καὶ περίβλεπτοι γινόμεθα ἐντεῦθεν, καὶ λίαν περι φανεῖς· καὶ συλλήβδην εἰπεῖν, πᾶσαν τῶν ἀγαθῶν δεχόμεθα τὴν ἀπόλαυσιν, κακίας μὲν καὶ πονηρίας ἀπαλλαττόμενοι, ἁπλότητι δὲ καὶ ἀληθείᾳ συζῇν προαιρούμενοι. "Κύριε ὁ Θεὸς τῶν δυνάμεων· μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ." Κατάλληλον παντὶ τῷ ψαλμῷ τὸ ἀκροτελεύτιον. Μακαρίζει γὰρ, καὶ ζηλωτὸν ὀνομάζει, τὸν πάσης βιωτικῆς εὐκληρίας καταφρονοῦντα· μόνῃ δὲ τῇ ἐπὶ τὸν Θεὸν ἐλπίδι θαῤῥοῦντα, καὶ τὴν ἐντεῦθεν φυομένην σω τηρίαν τρυγῶντα.
ΕΡΜΗΝ. ΤΟΥ Π∆ʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, Τοῖς υἱοῖς Κορὲ ψαλμός." Καὶ τὴν σκιὰν κατὰ ταυτὸν καὶ τὴν
ἀλήθειαν ὁ ψαλμὸς προθεσπίζει. Ἐσκιαγράφησε γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς κατὰ τὸν Ἰσραὴλ πάντων ἀνθρώπων τὴν σωτηρίαν. Καὶ γὰρ ἐκείνους ἠλευθέρωσε, ποτὲ μὲν τῆς Αἰγυπτίων, ποτὲ δὲ τῆς Βαβυλωνίων δουλείας. Καὶ πάντων ἀνθρώπων τὴν φύσιν ἐῤῥύσατο τῆς ἐπικρατούσης διαβόλου τυραννίδος καὶ φθορᾶς. Προλέγει τοίνυν ὁ ψαλμὸς, τήν τε Ἰουδαίων ἐκ Βαβυλῶνος ἐπάνοδον, καὶ τῆς οἰκουμένης ἁπάσης τὴν σωτηρίαν. βʹ. "Εὐδόκησας, Κύριε, τὴν γῆν σου." Εὐδο κῆσαί ἐστι τὸ