1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

194

Κωνσταντῖνος δέ τις στράτωρ τοῦ Ἀρταυάσδου ἰδὼν εἰκόνα τῆς θεοτόκου ἑστῶσαν, λαβὼν λίθον ἔρριψε κατ' αὐτῆς καὶ συνέτριψεν αὐτὴν καὶ πεσοῦσαν κατεπάτησεν· καὶ θεωρεῖ ἐν ὁράματι παρεστῶσαν αὐτῷ τὴν δέσποιναν καὶ λέγουσαν αὐτῷ· "οἶδας ποῖον γενναῖον πρᾶγμα εἰργάσω εἰς ἐμέ; ὄντως κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τοῦτο ἐποίησας." τῇ δὲ ἐπαύριον προσβαλόντων τῶν Σαρακηνῶν τῷ τείχει, καὶ πολέμου κροτηθέντος, δραμὼν εἰς τὸ τεῖχος ὡς γενναῖος στρατιώτης ὁ ταλαίπωρος ἐκεῖνος βάλλεται ὑπὸ λίθου τοῦ ἐκ τοῦ μαγγανικοῦ πεμφθέντος, καὶ συνέτριψεν αὐτοῦ τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, ἄξιον τῆς ἑαυτοῦ δυσσεβείας κομισάμενος ἀνταπόδομα. αἰχμαλωσίαν δὲ πλείστην καὶ λάφυρα συναγαγόντες ὑπέστρεψαν, δεικνύντος καὶ τοῦτο τοῦ θεοῦ τῷ ἀσεβεῖ, ὅτι οὐ δι' εὐσέβειαν περιγέγονε τῶν ὁμοφύλων, ὡς ἐκεῖνος ηὔχει, ἀλλὰ διά τινα αἰτίαν θείαν καὶ ἀπόρρητον κρίσιν, ἀποκρουομένης μὲν τὴν τοιαύτην Ἀραβικὴν ἰσχὺν τῆς τῶν ἁγίων πατέρων πόλεως ταῖς αὐτῶν πρεσβείαις, διὰ τῶν ἐν αὐτῇ τιμωμένων ἀκριβεστάτων αὐτῶν χαρακτήρων εἰς ἔλεγχον δὲ καὶ ἀναπολόγητον κρίσιν τοῦ τυράννου καὶ βεβαίωσιν τῶν εὐσεβούντων. οὐ μόνον γὰρ περὶ τὴν σχετικὴν τῶν σεπτῶν εἰκόνων ὁ δυσσεβὴς ἐσφάλλετο προσκύνησιν, ἀλλὰ καὶ περὶ τῶν πρεσβειῶν τῆς πανάγνου θεοτόκου καὶ πάντων τῶν ἁγίων· καὶ τὰ λείψανα αὐτῶν ὁ παμμίαρος, ὡς οἱ διδάσκαλοι αὐτοῦ Ἄραβες, ἐβδελύττετο. ἐκ τοῦδε τοίνυν τοῦ χρόνου ἀναιδῶς τῷ μακαρίῳ Γερμανῷ, τῷ πατριάρχῃ Κωνσταντινουπόλεως, προσετρίβετο, μεμφόμενος πάντας τοὺς πρὸ αὐτοῦ βασιλεῖς καὶ ἀρχιερεῖς καὶ Χριστιανοὺς λαούς, ὡς εἰδωλολατρήσαντας ἐπὶ τῇ προσκυνήσει τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων, μὴ χωροῦντος αὐτοῦ δι' ἀπιστίαν καὶ πολλὴν ἰδιωτείαν τὸν περὶ σχετικῆς προσκυνήσεως λόγον. 407 ιαʹ. δʹ. γʹ. ιγʹ. κβʹ. Τούτῳ τῷ ἔτει Μαυΐας παρέλαβε τὸ κάστρον Ἀτεοῦς καὶ ὑπέστρεψεν. ιβʹ. εʹ. δʹ. ιδʹ. κγʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν ὁ υἱὸς Χαγάνου, τοῦ δυνάστου Χαζαρίας, τὴν Μηδίαν καὶ Ἀρμενίαν, καὶ εὑρὼν Γάραχον, τὸν τῶν Ἀράβων στρατηγόν, κατὰ τὴν Ἀρμενίαν ἀνεῖλεν αὐτὸν μετὰ τοῦ συνόντος αὐτῷ πλήθους· καὶ ληϊσάμενος τὴν τῶν Ἀρμενίων χώραν καὶ τὴν Μήδων ἀνέκαμψεν, φόβον μέγαν ἐμποίησας τοῖς Ἄραψιν. ιγʹ. ʹ. εʹ. ιεʹ. κδʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς τὴν τῶν Τούρκων γῆν, καὶ συναφθέντες ἀλλήλοις εἰς πόλεμον, πίπτουσιν ἐξ ἀμφοτέρων τῶν μερῶν· καὶ δειλανδρήσας ὁ Μασαλμᾶς φυγῇ χρησάμενος διὰ τῶν ὀρέων Χαζαρίας ὑπέστρεψεν. Τῷ δ' αὐτῷ ἔτει ἀπομανεὶς Λέων, ὁ παράνομος βασιλεύς, κατὰ τῆς ὀρθῆς πίστεως καὶ ἐνέγκας τὸν μακάριον Γερμανὸν ἤρξατο αὐτὸν θωπευτικοῖς λόγοις δελεάζειν. ὁ δὲ μακάριος ἀρχιερεὺς ἔφη πρὸς αὐτόν· "τὴν μὲν καθαίρεσιν τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων ἀκούομεν ἔσεσθαι, ἀλλ' οὐκ ἐπὶ τῆς σῆς βασιλείας." τούτου δὲ ἐπαναγκάσαντος εἰπεῖν ἐπὶ τίνος βασιλείας; ἔφη· "ἐπὶ Κόνωνος." ὁ δὲ ἔφη· "τὸ βαπτιστικόν μου ὄνομα ἐν ἀληθείᾳ Κόνων ἐστίν." ὁ δὲ πατριάρχης ἔφη· "μὴ γένοιτο, δέσποτα, διὰ τῆς σῆς βασιλείας τὸ κακὸν τοῦτο τελεσθῆναι· Ἀντιχρίστου γάρ ἐστι πρόδρομος ὁ τοῦτο πληρῶν καὶ τῆς ἐνσάρκου θείας οἰκονομίας ἀνατροπεύς." ἐπὶ τούτοις χαλεπήνας ὁ τύραννος ἐνεῖχε τῷ μακαρίῳ, ὡς Ἡρώδης ποτὲ τῷ προδρόμῳ. ἀνέμνησε δὲ αὐτὸν ὁ πατριάρχης καὶ τῶν πρὸ τῆς αὐτοκρατορίας αὐτοῦ συνθηκῶν, ὅπως αὐτῷ θεὸν ἐγγυητὴν δέδωκεν ἐν μηδενὶ σαλεῦσαι τὴν ἐκκλησίαν τοῦ θεοῦ τῶν αὐτῆς ἀποστολικῶν καὶ θεοπαραδότων θεσμῶν. ἀλλ' οὐδ' οὕτως ᾐσχύνθη ὁ ἄθλιος. ἐπιτηρῶν δὲ καὶ καθυποβάλλων τινὰς ἠγωνίζετο λόγους, εἴ που τοῦτον εὕροι κατὰ τῆς βασιλείας αὐτοῦ ποιούμενον, ἵν' ὡς φατριαστήν, καὶ οὐχ 408 ὡς ὁμολογητὴν καθέλῃ τοῦ θρόνου, ἔχων εἰς τοῦτο σύμμαχον καὶ συμμέτοχον Ἀναστάσιον μαθητὴν καὶ σύγκελλον αὐτοῦ, συνταξάμενος αὐτῷ ὡς τῆς ἀσεβείας ὁμόφρονι, καὶ τοῦ θρόνου μοιχὸν διάδοχον ἔσεσθαι· ὃν ὁ μακάριος οὐκ ἀγνοῶν οὕτω στρεβλῶς διακείμενον, μιμούμενος τὸν ἑαυτοῦ δεσπότην, ὡς πρὸς ἄλλον Ἰσκαριώτην, σοφῶς