195
καὶ ἀνακρινέτωσαν ἀλλήλους τὰ δόγματα τῆς εὐσεβείας, καὶ τὰς ἐμπιπτούσας ἐκκλησιαστικὰς ἀντιλογίας διαλυέτω σαν· ἅπαξ μὲν τῇ τετάρτῃ ἑβδομάδι τῆς Πεντηκοστῆς, δεύτερον δὲ Ὑπερβερεταίου δωδεκάτῃ. λη. Πάντων τῶν ἐκκλησιαστικῶν πραγμάτων ὁ ἐπίσκοπος ἐχέτω τὴν φροντίδα, καὶ διοικείτω αὐτὰ ὡς Θεοῦ ἐφορῶντος· μὴ ἐξεῖναι δὲ αὐτῷ σφετερίζεσθαί τι ἐξ αὐτῶν ἢ συγγενέσιν ἰδίοις τὰ τοῦ Θεοῦ χαρίζεσθαι· εἰ δὲ πένητες ὦσιν, ἐπιχο ρηγείτω ὡς πένησιν, ἀλλὰ μὴ προφάσει τούτων τὰ τῆς Ἐκκλησίας ἀπεμπολείτω. λθ. Oἱ πρεσβύτεροι καὶ οἱ διάκονοι ἄνευ γνώμης τοῦ ἐπισκόπου μηδὲν ἐπιτελείτωσαν· αὐτὸς γάρ ἐστιν ὁ πεπι στευμένος τὸν λαὸν Κυρίου καὶ τὸν ὑπὲρ τῶν ψυχῶν αὐτῶν λόγον ἀπαιτηθησόμενος. μ. Ἔστω φανερὰ τὰ ἴδια τοῦ ἐπισκόπου πράγματα, εἴγε καὶ ἴδια ἔχει, καὶ φανερὰ τὰ κυριακά, ἵνα ἐξουσίαν ἔχῃ τῶν ἰδίων τελευτῶν ὁ ἐπίσκοπος ὡς βούλεται καὶ οἷς βούλεται καταλεῖψαι, καὶ μὴ προφάσει τῶν ἐκκλησιαστικῶν πραγμά των διαπίπτειν τὰ τοῦ ἐπισκόπου ἔσθ' ὅτε γυναῖκα καὶ παῖδας κεκτημένου ἢ συγγενεῖς ἢ οἰκέτας· δίκαιον γὰρ τοῦτο παρὰ Θεῷ καὶ ἀνθρώποις, τὸ μήτε τὴν Ἐκκλησίαν ζημίαν τινὰ ὑπομένειν ἀγνοίᾳ τῶν τοῦ ἐπισκόπου πραγμάτων, μήτε τὸν ἐπίσκοπον ἢ τοὺς αὐτοῦ συγγενεῖς προφάσει τῆς Ἐκκλησίας δημεύεσθαι, ἢ καὶ εἰς πράγματα ἐμπίπτειν τοὺς αὐτῷ διαφέροντας, καὶ τὸν αὐτοῦ θάνατον δυσφημίᾳ περιβάλ λεσθαι. μα. Προστάσσομεν τὸν ἐπίσκοπον ἐξουσίαν ἔχειν τῶν τῆς Ἐκκλησίας πραγμάτων· εἰ γὰρ τὰς τιμίας τῶν ἀνθρώ πων ψυχὰς αὐτῷ πιστευτέον, πολλῷ ἂν δέοι περὶ τῶν χρημάτων ἐντέλλεσθαι, ὥστε κατὰ τὴν αὐτοῦ ἐξουσίαν πάντα διοικεῖσθαι τοῖς δεομένοις διὰ τῶν πρεσβυτέρων καὶ τῶν διακόνων καὶ ἐπιχορηγεῖσθαι μετὰ φόβου Θεοῦ καὶ πάσης εὐλαβείας, μετα λαμβάνειν δὲ καὶ αὐτὸν τῶν δεόντων, εἴγε δέοιτο, εἰς τὰς ἀναγκαίας αὐτοῦ καὶ τῶν ἐπιξενουμένων ἀδελφῶν χρείας, ὡς κατὰ μηδένα τρόπον αὐτοὺς ὑστερεῖσθαι. Ὁ γὰρ νόμος τοῦ Θεοῦ διετάξατο τοὺς τῷ θυσιαστηρίῳ παραμένοντας ἐκ τοῦ θυσιαστηρίου τρέφεσθαι, ἐπείπερ οὐδὲ στρατιώτης ἰδίοις ὀψωνίοις ὅπλα κατὰ πολεμίων ἐπιφέρεται. μβ. Ἐπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον κύβοις σχο λάζοντα καὶ μέθαις ἢ παυσάσθαι ἢ καθαιρείσθαι. μγ. Ὑποδιάκονος ἢ ἀναγνώστης ἢ ψάλτης τὰ ὅμοια ποιῶν ἢ παυσάσθω ἢ ἀφοριζέσθω· ὡσαύτως καὶ λαϊκός. μδ. Ἐπίσκοπος ἢ πρεσβύρετος ἢ διάκονος τόκους