Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἰσόχρονον δὲ τῇ αἰχμαλωσίᾳ τῶν ἐξ Ἰσραὴλ ὑπέμεινε τὴν ἐρήμωσιν. Ἔτη γὰρ ἑβδομή-κοντα διατετελέκασι παρὰ τοῖς Χαλδαίοις, τὸν δυσαχθῆ τῆς δουλείας ἔχοντες ζυγόν. Ἐκείνῳ τοιγαροῦν τῷ καιρῷ καταλειφθήσεται, τοῦτ' ἔστιν, ἐρημωθήσεται Τύρος ἀπομενεῖ δὲ κένανδρος, καὶ εἰς τοῦτο παρα- τενεῖ χρόνου μῆκος ὥστε καὶ δοκεῖν χρόνον εἶναι ζωῆς ἀνθρώπου, ἤγουν βασιλείας, τοῦτ' ἔστιν, ἔτος ἑβδομηκοστὸν, καθὰ καὶ ὁ μακάριος ψάλλει ∆αβίδ· 70.532 "6Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. 9Καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη, ἔσται Τύρος ὡς ᾆσμα πόρνης. Λάβε κιθάραν, ῥέμβευσον, πό- λις, πόρνη ἐπιλελησμένη, καλῶς κιθάρισον, πολλὰ ᾆσον, ἵνα σου μνεία γένηται.9 Ἡ πολύκοινος καὶ μαχλῶσα γυνὴ, καὶ τὴν τοῦ σώματος ὥραν καταπωλοῦσα τοῖς ἐρασταῖς, ἕως μέν ἐστιν ἡβῶσά τε καὶ νέα, σαγηνεύει πολλοὺς, καὶ πα- γὶς αὐτὴ καὶ οἱονεὶ θέλγητρον τῶν ὁρώντων ἐστὶ τὸ τοῦ σώματος ἄνθος. Ἐπειδὰν δὲ παρηβήσῃ, τότε δὴ τότε, καταμαρανθείσης αὐτῇ τῆς ὥρας, ἀπρακτεῖ μὲν ἤδη περὶ τὴν θήραν, ἑτέρῳ δὲ τρόπῳ μέτεισι τὸ δύνα- σθαι πάλιν ἀθλίων λημμάτων ἐπινοεῖν πορισμούς. Ὠδὴ γὰρ αὐτῇ καὶ μέλος τὸ ἐπιτήδευμα γίνεται· ἐπιγάννυνται γὰρ κιθαριζούσῃ πολλοί. Ἐντεῦθεν αὐτῇ καὶ βραχεῖά τις ἔσθ' ὅτε τῆς παρελθούσης ζωῆς ἀνά- μνησις ἔσται, καὶ τὸ ἐν ἀκμαῖς αὐτῆς κάλλος ἐπαι- νοῦσι τινές. Τοιοῦτόν τι συμβήσεται τῇ Τυρίων, φη- σίν. Ἔσται γὰρ ὡς ἆσμα πόρνης ἐπιλελησμένης, καὶ οὐκέτι τὸν ἐν ἀρχαῖς ἔχουσα κόσμον. Ὠδὴ καὶ μέλος ἔσται πολλοῖς. ∆ιαμεμνήσονται γὰρ τῶν πάλαι προσ- όντων αὐτῇ. Σὺ δὲ, ὦ Τύρος, καθάπερ παλαιά τε καὶ ἀφηβήσασα πόρνη, λάβε κιθάραν, ῥέμβευσον ὡς πόλις γενομένη καθάπερ τις πόρνη ἐπιλελησμένη. Ἀπομα- ρανθείσης γὰρ, ὡς ἔφην, τῆς τῶν γυναίων ὥρας, ἐπι- λανθάνονται ταύτης καὶ οἱ συνηρπασμένοι ποτὲ, καὶ γεγονότες αὐτῆς ἐρασταί. Καλῶς τοίνυν κιθάρισον, καὶ πολλὰ ᾆσον, ἵνα σου κἂν μνεία γένηται. 9Καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη, ἐπισκοπὴν ποιήσει Θεὸς Τύρου, καὶ πάλιν ἀποκατασταθήσε- ται εἰς τὸ ἀρχαῖον, καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης, καὶ ἔσται αὐτῆς ἡ ἐμπορία, καὶ ὁ μισθὸς ἅγιον τὸ Κυρίῳ, καὶ οὐκ αὐτοῖς συναχθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι τοῦ Κυρίου· πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν, καὶ ἐμπλησθῆναι εἰς πλησμονὴν, μνη- μόσυνον ἔναντι τοῦ Κυρίου.9 ∆ικαίᾳ ψήφῳ Θεὸς, ἰσόχρονον, ὡς ἔφην, τῇ αἰχμα- λωσίᾳ τῶν ἐξ Ἰσραὴλ καὶ τὴν τῶν Τυρίων ἐρήμωσιν ἐποιήσατο. Ἐπειδὴ δὲ Κύρου μετὰ Περσῶν τε καὶ Μήδων κατὰ κράτος ᾑρηκότος τὴν Βαβυλωνίων, ἅπα- σαν δὲ τὴν Χαλδαίων καταδῃώσαντος χώραν, ἀνείθη μὲν τῆς αἰχμαλωσίας ὁ Ἰσραὴλ, ὑπενόστησε δὲ πάλιν εἰς τὴν ἑαυτοῦ, καὶ τὴν ἁγίαν κατῴκηκε πόλιν. Ἀμνη- σικάκως δὲ ὁ τῶν ὅλων Θεὸς, καὶ τῆς Τυρίων ἀπέστη- σε τὴν ὀργήν· συγκεκρότηκε δὲ πάλιν, καὶ ἀναπε- φοίτηκεν εἰς τὸ ἐν ἀρχαῖς, ἐμπόριόν τε καὶ κατάλυμα γέγονε, καθὰ καὶ πάλαι πάσαις ταῖς βασιλείαις τῆς γῆς. Πλὴν ἐπιτήρει τὴν διαφοράν. Πάλαι μὲν γὰρ ὁ ἐκ τῆς ἐμπορίας μισθὸς συνεκομίζετο μόνοις τοῖς ταύτην ἐπιτηδεύουσι, καρποὶ ὅλως παρ' οὐδενὸς τὸ σύμπαν προσεκομίζοντο τῷ Θεῷ. Ἐπειδὴ δὲ κεκλημέ- νων τῶν ἐθνῶν εἰς τὴν διὰ πίστεως χάριν, ἔγνω καὶ αὐτὴ τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, καὶ ναὸς ἅγιος ἐγήγερται παρ' αὐτοῖς, καὶ θεῖον ἔστη θυσιαστήριον, 70.533 οὐκ αὐτοῖς ἔτι μόνοις ὁ ἐκ τῆς ἐμπορίας συγκομίζε- ται μισθός· ἀλλὰ γὰρ καὶ ἅγιον ἔσται τῷ Κυρίῳ, τοῦτ' ἔστιν, εἰς ἀνάθημα καὶ καρποφορίαν, ὥστε καὶ φαγεῖν καὶ πιεῖν ἔναντι Κυρίου. Πάλαι μὲν γὰρ τοὺς τῶν εἰδώλων καταλαμβάνοντες σηκοὺς, καὶ τὰ τῶν δαιμονίων τεμένη προσεκόμιζον μὲν θυσίας, πανηγύ- ρεις δὲ τὰς ἐπ' αὐτοῖς ἐπετέλουν, εἰς τιμὴν καὶ δόξαν τῶν ἰδίων σκευασμάτων· ἐπλανῶντο γὰρ ἔτι. Ἐπειδὴ δὲ, ὡς ἔφην, ἐγνώκασι τὸν Θεὸν τὸν ἀληθινὸν, ἅγιον μὲν τῷ Κυρίῳ γέγονεν ὁ τῆς ἐμπορίας μισθὸς, ἐσθί- ουσι δὲ καὶ πίνουσιν εἰς μνημόσυνον ἔναντι Κυρίου, Θεῷ δηλονότι τὰ ἐφ' οἷς ἂν εὖ πράττοιεν ἀνατιθέντες χαριστήρια. 9Ἰδοὺ Κύριος