1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

195

Ῥόδῳ ἡλιακοῦ κολοσσοῦ τὴν κεφαλὴν ἀφελὼν Κόμοδος τὴν ἑαυτοῦ ἔστησεν. Ἐμπρησμὸς μέγας τὸ παλάτιον Ῥώμης καὶ τὴν οἰκίαν τῶν παρθένων καὶ ἄλλα πλεῖστα ἐνέπρησε. Κόμοδος τοὺς ἐν γερουσίᾳ τιμίους ἀνελών, ἐν οἷς καὶ Ἰουλιανὸν νομο θέτην καὶ Ἀντωνῖνον ἴδιον ἀδελφιδοῦν, ὑπὸ Ναρκίσσου τινὸς ἱπποδαμα στοῦ βασιλέως διαφθείρεται ἐν τοῖς βασιλείοις. Ῥωμαίων ιδʹ ἐπίσκοπος Βίκτωρ ἔτη ιβʹ. Ἀντιοχείας ζʹ ἐπίσκοπος Μάξιμος ἔτη ιγʹ. Ἀντιοχείας ηʹ ἐπίσκοπος Σεραπίων ἔτη κεʹ. Ἀλεξανδρείας ιʹ ἐπίσκοπος Ἀγριππῖνος ἔτη ιβʹ. Ἀλεξανδρείας ιαʹ ἐπίσκοπος Ἰούλιος ἔτη ιʹ. Ἀλεξανδρείας ιβʹ ἐπίσκοπος ∆ημήτριος ἔτη μγʹ. Ἱεροσολύμων κζʹ ἐπίσκοπος Μάξιμος ἔτη δʹ. Ἱεροσολύμων κηʹ ἐπίσκοπος Ἀντωνῖνος ἔτη εʹ. Ἱεροσολύμων κθʹ ἐπίσκοπος Οὐάλης ἔτη γʹ. Ἱεροσολύμων λʹ ἐπίσκοπος Νάρκισσος ἔτη δʹ.

434 ΚΟΣΜΟΥ ΕΤΗ ΕΧΠΕ Τῆς θείας σαρκώσεως ἔτη ρπεʹ Ῥωμαίων ιςʹ

ἐβασίλευσεν Ἑλύιος Περτίναξ μῆνας ςʹ. Ῥωμαίων ιζʹ ἐβασίλευσε Σευῆρος ἔτη ιηʹ. Περτίναξ ὑπὸ τῆς συγκλήτου καὶ τοῦ δήμου βασιλεὺς Ῥωμαίων ἀνηγο ρεύθη ἄριστος ἀνήρ, σφόδρα τῶν στρατιωτικῶν προνοῶν· ὑπὸ στρατιωτῶν ἀναιρεῖται διὰ τοῦτο, βασιλεύσας κατὰ μὲν Εὐσέβιον μῆνας ςʹ, κατὰ δὲ ἄλλους οὐδὲ τρεῖς ὅλους· μεθ' ὃν βασιλεύσας Ἰουλιανὸς ὁ κληθεὶς ∆ίδιος διὰ τὸ χρήμασι τὴν βασιλείαν ὠνήσασθαι καθαιρεῖται τῆς ἀρχῆς μετὰ δύο μῆνας ὑπὸ τῶν φίλων Σευήρου. Σευῆρος δὲ βασιλεύσας εὐθὺς τοὺς Περτίνακος φονευτὰς ἀνεῖλε. Κλήμης ὁ Στρωματεὺς πρεσβύτερος Ἀλεξανδρείας ἄριστος διδάσκαλος ἐν τῇ κατὰ Χριστὸν φιλοσοφίᾳ συντάττων διέλαμπε. Πάνταινος φιλόσοφος ἀπὸ στωικῶν ἐν τῷ θείῳ λόγῳ διέπρεπεν. Ἀφρικανὸς ἱστορικὸς Χριστιανὸς ἤκμαζε. Λεωνίδης Ὠριγένους πατὴρ ἐμαρτύρησε διωγμοῦ γεγονότος ἐν Ἀλεξανδρείᾳ. Μουσιανὸς ἐκκλησιαστικὸς συγγραφεὺς ἐγνωρίζετο. Ὠριγένης ὁ ματαιόφρων ἐν Ἀλεξανδρείᾳ κενοδοξῶν Ἑλληνικοῖς δόγμασιν ἐνεωτέριζε. τοῦτον Εὐσέβιος ὁ Παμφίλου ὡς ὁμόφρων ἐκθειάζων σὺν αὐτῷ λογισθείη. Νίγερα στρατηγὸν ἐπαναστάντα τοῖς πράγμασι καὶ τὸ Βυζάντιον χει ρωσάμενον κατά τε Νικαίας μητροπόλεως Βιθυνίας Περσικὴν δύναμιν ἀθροίσαντα, καὶ Οὐλίγισσον τὸν Περσῶν βασιλέα καὶ ἄλλους βαρβάρους ὁ Σευῆρος ἀναιρεῖ διὰ τῶν ἑαυτοῦ στρατηγῶν, τό τε Βυζάντιον ἀναλαμβάνει 435 πολιορκίᾳ, διαφθείρας τοὺς Νίγερος συνδρόμους. Σευῆρος πρὸς Οὐλίγισ σον καὶ Πέρσας πολεμήσας φυγάδα τοῦτον τρεψάμενος κατέστησε, τήν τε Νίσιβιν ἀνέλαβε, πάλαι προδοθεῖσαν Πέρσαις. Ῥώμης ιδʹ ἐπίσκοπος Βίκτωρ ἔτη ιβʹ. Ῥώμης ιεʹ ἐπίσκοπος Ζεφυρῖνος ἔτη ιθʹ, κατὰ δὲ Εὐσέβιον ἔτη ιβʹ. Ἀντιοχείας ηʹ ἐπίσκοπος Σεραπίων ἔτη κεʹ. Ἀλεξανδρείας ιβʹ ἐπίσκοπος ∆ημήτριος ἔτη μγʹ. Ἱεροσολύμων λʹ ἐπίσκοπος Νάρκισσος ἔτη δʹ. Ἱεροσολύμων λαʹ ἐπίσκοπος ∆ολιχιανὸς ἔτη ιβʹ.

ΚΟΣΜΟΥ ΕΤΗ ΕΧˉζΣ Τῆς θείας σαρκώσεως ἔτη ρζςʹ Τὰ ὑπόλοιπα Ῥωμαίων ιζʹ

βασιλέως Σευήρου ἔτη Σευῆρος Οὐλιγίσσου Περσῶν βασιλέως φυγόντος πρὸς τὴν Νίσιβιν καὶ ἄλλας πόλεις Πέρσαις προδοθείσας, Ῥωμαίοις δὲ πρότερον ἀνηκούσας, παρεστήσατο. Σευῆρος Ἀδιαβηνοὺς καὶ Ἄραβας συμμαχήσαντας τῷ Νίγερι καθυπέταξεν. Ὁ αὐτὸς Κολχικὴν ἤτοι Λαζικὴν παρεστήσατο. Σευῆρος εἰς Ῥώμην ἐλθὼν Ἀλβῖνον τυραννήσαντα κατὰ Λουγδόνων πόλιν ἀνεῖλε. Σευῆρος εἰς Βρεττανίαν ἐλθὼν νόσῳ πολεμίᾳ τελευτᾷ ἤγουν ἐπιλη ψίᾳ. Ῥωμαίων ιεʹ ἐπίσκοπος Ζεφυρῖνος ἔτη ιθʹ ἢ ιβʹ. Ἀντιοχείας ηʹ ἐπίσκοπος Σεραπίων ἔτη κεʹ. 436 Ἀλεξανδρείας ιβʹ ἐπίσκοπος ∆ημήτριος ἔτη μγʹ. Ἱεροσολύμων λαʹ ἐπίσκοπος ∆ολιχιανὸς ἔτη ιβʹ. Ἱεροσολύμων λβʹ ἐπίσκοπος ∆ῖος ἔτη ηʹ.