195
αὐτὸν καὶ ἤθελον ἐπὶ τῆς δίκης ἑαυτοὺς ἐγκλημάτων ἀπολύειν, συνιδὼν καὶ ὁ βασιλεὺς ὡς ἐλέγχων χωρὶς οὐκ ἂν δύναιτο παύειν τὴν φιλονεικίαν, ἐπέτρεπε τὴν σύνοδον. μʹ. Καὶ γίνεται κατὰ τὸν θεῖον τῆς τοῦ θεοῦ Σοφίας νεών. καὶ προκαθημένου βασιλέως καὶ Ἰωάννου τοῦ πατριάρχου, καὶ τῶν λοιπῶν ἀρχιερέων καὶ τῶν ἐν τέλει πολλῶν καὶ συγκλητικῶν συνεδριαζόντων, λέγειν ὁ Βαρλαὰμ ἐπετράπη πρῶτος· ἐκεῖνος γὰρ ἦν ὁ Γρηγόριον καὶ τοὺς μοναχοὺς τὴν διαστροφὴν τῶν δογμάτων ἐγκαλῶν. πολλὰ δὲ πρότερον διεξελθὼν καὶ τὴν αἰτίαν ἀφ' ἧς πρὸς ταῦτα ὥρμητο διηγησάμενος, ἔπειτα καὶ τὸ βιβλίον, ὃ περὶ τούτων ἦν συγγεγραφὼς, παρείχετο ἀναγινώσκεσθαι· ἐπεὶ δὲ ἀνεγνώσθη πᾶν, ἄλλα τε ἐπεῖπεν, ὅσα αὐτῷ ἐδόκει πρὸς τὰ προκείμενα λυσιτελεῖν, καὶ τελευταῖον κατηγόρηκε τῶν μοναχῶν ὡς οὐδὲ τὴν εὐχὴν, ἣν αὐτοί φασιν εὔχεσθαι καθ' ἑαυτοὺς, ἀνελλιπῶς προφέρουσι καὶ προσηκόντως, ἀλλά τινος προσθήκης δεομένην, ἣν ἐκεῖνος προσετίθει, τὸ ἐνδέον, ὡς ἔφασκεν, ἀναπληρῶν. μετὰ τοῦτον δὲ καὶ οἱ μοναχοὶ πρὸς τὰς κατηγορίας ἐπετράπησαν ἀπολογεῖσθαι. ἐπεὶ δ' ἑαυτῶν ἐκεῖνοι Γρηγόριον προεστήσαντο τὸν Παλαμᾶν, ἦν γὰρ δὴ τῶν ἄλλων οὐ 1.552 λόγοις μόνον, ἀλλὰ καὶ τῷ τὰ τοῖς θεολόγοις περὶ θεοῦ δεδογμένα ἐξηκριβωκέναι διαφέρων, καταστὰς πρὸς τοὺς λόγους καὶ αὐτὸς, σαφεῖς καὶ βεβαίας παρείχετο τὰς ἀποδείξεις τῶν λεγομένων, οὐ συλλογισμοῖς χρώμενος καὶ γεωμετρικαῖς ἀνάγκαις, οὐδὲ γὰρ οἷόν τε ἐκ τῶν καθ' ἡμᾶς ἀποδεικνύναι τὰ ὑπὲρ ἡμᾶς, ἀλλὰ τοῖς λόγοις τῶν ἁγίων καὶ θεολόγων ἀνδρῶν, οὓς τὸ πνεῦμα τὸ ἅγιον ἐχρημάτισε δι' αὐτῶν, ᾧ πάντα ἐρευνᾶται καὶ τὰ βάθη τοῦ θεοῦ. ἀπεδείκνυ τε ἐκ πολλῶν τῶν λεγομένων τὸ κατὰ τὸ Θαβώριον τοὺς μαθητὰς περιαστράψαν φῶς δόξαν ἄναρχον τοῦ θεοῦ καὶ φῶς θεότητος καὶ θεότητα καὶ φυσικὸν καὶ ἀΐδιον τοῦ θεοῦ φῶς καὶ ὅσα τοιαῦτα παρὰ τοῖς θεολόγοις πιστευόμενόν τε καὶ προσαγορευόμενον. εἶτα ἐκ τῶν ῥήσεων τῶν θεολογικῶν συνεπέραινε καὶ αὐτὸς, ὡς τὸ ἀΐδιον καὶ φυσικὸν τοῦ θεοῦ οὐκ ἂν εἴη κτιστὸν, οὐδὲ ἡ ἄναρχος δόξα καὶ ἡ βασιλεία τοῦ θεοῦ, οὐδ' ὅσα πρὸς τῶν θεολόγων τὸ φῶς ἐκεῖνο ὕμνηται. ἐπὶ τούτοις δὲ καὶ τὸν ὑπὸ τῶν κατὰ τὸν Ἄθω ὁσίων ἀνδρῶν συντεθειμένον παρῆγε τόμον, ὃς αὐτῷ μὲν συνηγόρει ὡς τὰ ἴσα τοῖς ἁγίοις φθεγγομένῳ, Βαρλαὰμ δὲ βλασφημίαν καὶ κακοδοξίαν κατηγόρει πολλήν. ἐπεὶ δὲ ἐκ πολλῶν τῶν λεγομένων ἡ νίκη πρὸς Γρηγόριον ἀπέβλεπε καὶ τοὺς μοναχοὺς, πάντων ἤδη πεπεισμένων τοῖς ἁγίοις ἕπεσθαι καὶ θεολόγοις καὶ μὴ τοῖς ἐκ κοιλίας εἰρημένοις Βαρλαὰμ, συνεώρα τε καὶ αὐτὸς ὡς οὐκ ἂν διαδράσειε τῆς γλωσσαλγίας καὶ τῆς βωμολοχίας δοῦναι δίκην, 1.553 τῷ μεγάλῳ δομεστίκῳ συνεδριάζοντι ἐκεῖ τῷ βασιλεῖ προσελθὼν, σύντομόν τινα ᾐτεῖτο καὶ βοήθειαν καὶ βουλὴν, ἐξ ἧς τὴν προσδοκωμένην διαφυγεῖν ἐξέσται δίκην. ὁ δὲ πρότερόν τε ἔφασκε τὰ δέοντα βεβουλεῦσθαι, αὐτῷ παραινῶν τῆς πολλῆς φιλονεικίας ἀποσχέσθαι καὶ πείθεσθαι τοῖς μοναχοῖς ὡς τὰ τοιαῦτα σοφωτέροις, καὶ νῦν οὐδὲν ἧττον βουλεύσεσθαι καὶ πράξειν τὰ συνοίσοντα ὑπὲρ αὐτοῦ. εἰ γὰρ μήτε ἀντιλέγειν ἔτι πρὸς τὰ προτεινόμενα ἔχει, πέπεικέ τε ἑαυτὸν ὡς βελτίω καὶ δικαιότερα καὶ τοῖς ἁγίοις συνῳδὰ φθέγγονται οἱ μοναχοὶ, τί δεῖ τὴν ψῆφον κατ' αὐτοῦ ἐξαγομένην περιμένειν κατιδεῖν, ἀλλὰ μὴ πρότερον ἐξαναστάντα, τήν τε προτέραν ἄγνοιαν ἐπὶ πάντων ὁμολογεῖν καὶ τὴν νῦν ἐπίγνωσιν τῆς ἀληθείας, καὶ τοῖς τε ἁγίοις πείθεσθαι συνθέσθαι καὶ τὴν ἔχθραν καταλύειν τὴν πρὸς τοὺς μοναχούς; εἰ γὰρ ταῦτα πειθόμενος αὐτῷ ποιήσει, οὔτε βλάβη τις ἕψεται ἐκ τῶν λόγων οὐδεμία, βασιλεύς τε καὶ οἱ ἄλλοι πάντες ἐπαινέσονται τῆς πρὸς τὰ βελτίω μεταβολῆς. οὐ γὰρ τοσοῦτον τὸ τῆς ἀληθείας ἀποπλανηθῆναι κατηγορίας ἄξιον, ὅσον τὸ πρὸς αὐτὴν ἐπανελθεῖν τοῖς ἁγίοις πειθόμενον καὶ θεολόγοις ἐπαινετόν. καὶ οἱ μοναχοὶ δὲ τοῖς πνευματικοῖς πειθόμενοι νόμοις, μείζονα ἐνδείξονται νυνὶ τὴν φιλίαν πρὸς σὲ καὶ τὴν εὐγνωμοσύνην, ἢ καθ' ὅσον πρότερον ἐνεδείκνυντο τὴν πικρίαν καὶ τὴν ἔχθραν, ὡς