195
̓Αμουλίῳ. καὶ ὁ Φαυστοῦλος ἀνακρινόμενος παρὰ τοῦ βασιλέως σώζεσθαι μὲν τοὺς παῖδας κατέθετο, πόρρω δὲ τῆς Αλβης νέμοντας ειναι· τὴν δὲ σκάφην πρὸς τὴν ̓Ιλίαν κομίζειν τὴν τῶν παίδων μητέρα, ποθοῦσαν ἰδεῖν. τεταραγμένος δὲ τούτοις ̓Αμούλιος ανδρα πρὸς τὸν Νομίτωρα πέπομφε πυνθανόμενος ει τι μάθοι περὶ τῶν παίδων ὡς περιόντων. ην δὲ τῶν φίλων ὁ πεμφθεὶς τοῦ Νομίτωρος. ἀπελθὼν ουν καὶ ἐν περιπλοκαῖς τοῦ ̔Ρώμου εὑρηκὼς τὸν Νομίτωρα, παρεθάρρυνέ τε καὶ μὴ μέλλειν αὐτοῖς συνεβούλευε, καὶ αὐτὸς δὲ συνέπραττεν. αρτι δὲ καὶ ὁ ̔Ρωμύλος ἐγγὺς ην, χεῖρα συχνὴν ἀγροικικὴν ἐπαγόμενος· καὶ τῶν πολιτῶν δὲ αὐτῷ οὐκ ὀλίγοι προσῄεσαν μίσει τοῦ ̓Αμουλίου. 2.90 ος ουτω τῶν πραγμάτων συνενεχθέντων οὐδὲν ουτε πράξας ουτε βουλεύσας σωτήριον ἀνῃρέθη. ̔Ρωμύλος μέντοι καὶ ̔Ρῶμος τὴν τῆς Αλβης ἡγεμονίαν τῷ μητροπάτορι νείμαντες, καὶ τῇ μητρὶ τιμὴν πρέπουσαν, καθ' ἑαυτοὺς ειναι εκριναν· ουτε γὰρ ἠνείχοντο αρχεσθαι καὶ πόλιν ἀναστῆσαι ενθα προετράφησαν ηθελον. ὡρμημένοις δὲ πρὸς τὴν τῆς πόλεως δόμησιν διαφορὰ συνέβη τοῖς ἀδελφοῖς περί τε τῆς ἀρχῆς καὶ περὶ τῆς πόλεως, καὶ διὰ μάχης ἐχώρησαν, ἐν ῃ ὁ ̔Ρῶμος ἀπέθανεν. ετερος δὲ λόγος εχει ὡς τοῦ ̔Ρωμύλου τάφρον ηδη ὀρύττοντος, η τῆς πόλεως εμελλεν ειναι προτείχισμα, πῇ μὲν ἀπεῖργε τὸ εργον ὁ ̔Ρῶμος, πῇ δέ γε ἐχλεύαζε· καὶ τέλος διαλλόμενον αὐτὴν ὡς εὐεπιχείρητον οἱ μὲν ̔Ρωμύλου πατάξαντος, οἱ δ' ἑτέρου τινὸς ἱστοροῦσι πεσεῖν. οθεν καὶ ἐνομίσθη τὸν στρατοπέδου τάφρον τολμήσαντα διελθεῖν παρὰ τὰς συνήθεις ὁδούς, θανατοῦσθαι. ̔Ο δὲ ̔Ρωμύλος θάψας τὸν ἀδελφὸν ῳκιζε τὴν πόλιν καὶ βοῦν αρρενα συζεύξας θηλείᾳ, καὶ ἀρότρῳ υννιν χαλκῆν ἐμβαλών, αὐτὸς μὲν αυλακα βαθεῖαν κυκλοτερῆ περιέγραψεν, οἱ δ' ἑπόμενοι τὰς βώλους, ας ἀνίστη τὸ αροτρον, εισω πάσας τῆς αυλακος περιέστρεφον. καὶ οπου μὲν εμελλε τὸ τεῖχος ἀνίστασθαι, καθὼς ειρηται, ἡ αυλαξ ἐτέτμητο, ενθα δὲ πύλας στῆσαι διενοοῦντο, διάλειμμα ἐποιοῦντο τῆς αυλακος, τὸ αροτρον ἀνέχοντες υπερθεν. πᾶν μὲν γὰρ τεῖχος νομίζουσιν ἱερόν· τὰς δὲ πύλας ειπερ ηγηντο 2.91 ἱεράς, οὐκ ην τὰ μὲν δι' αὐτῶν εἰσάγειν, τὰ δὲ ἀποπέμπειν τῶν ἀναγκαίων καὶ μὴ καθαρῶν. ̔Η δὲ κτίσις τῆς πόλεως ταύτης ἡμέρᾳ τετέλεστο τῇ πρὸ ενδεκα καλανδῶν Μαΐων, η αν ειη μᾶλλον εἰκοστὴ ̓Απριλλίου· καὶ τὴν ἡμέραν ταύτην ἑορτάζουσι ̔Ρωμαῖοι, γενέθλιον τῆς πατρίδος ὀνομάζοντες. ὀκτωκαίδεκα δ' ειναι ̔Ρωμύλος ἐνιαυτῶν ἀναγέγραπται οτε τὴν ̔Ρώμην συνῴκισεν. εκτισε δὲ αὐτὴν περὶ τὴν τοῦ Φαυστούλου οικησιν· ὠνόμαστο δ' ὁ χῶρος Παλάτιον. Κτισθείσης μέντοι τῆς πόλεως, οσον μὲν ἐν ἡλικίᾳ στρατευσίμῳ πλῆθος ἐτύγχανεν, εἰς στρατιωτικὰ διεῖλε συντάγματα, εκαστον δὲ σύνταγμα πεζῶν τρισχιλίων ην καὶ τριακοσίων ἱππέων, ἐκλήθη δὲ λεγεών, οτι λογάδες ησαν ἐκ πάντων οἱ μάχιμοι, τοῖς δ' αλλοις δήμῳ ἐκέχρητο. καὶ τὸν δῆμον ποπούλους ὠνόμασεν· οθεν καὶ παρὰ ταῖς βίβλοις ταῖς νομικαῖς ποπουλαρία κέκληται ἡ δημοτικὴ ἀγωγή. τῶν μέντοι περιφανεστέρων γένει τε καὶ συνέσει καὶ βίου αἱρέσει ἑκατὸν ἀπέδειξε βουλευτάς, πατρικίους ὀνομάσας αὐτούς· τὸ δὲ λοιπὸν σύστημα σενάτον προσηγόρευσεν, ο ἐστι γερουσία. πατρίκιοι μέντοι οἱ βουλευταὶ ἐπεκλήθησαν η οτι παίδων ησαν γνησίων πατέρες, η μᾶλλον οτι αὐτοὶ πατέρας ἑαυτῶν ἀποδεικνύειν ἠδύναντο εκαστος ἐκ γένους οντες γνωρίμου, η ἀπὸ τῆς πατρωνίας· ουτω δ' ἐκάλουν τὴν προστασίαν· πάτρωνας γὰρ τοὺς κηδεμονικοὺς καὶ βοηθητικοὺς προσηγόρευον. μάλιστα δ' αν τις καταστοχάσαιτο τῆς τοῦ ̔Ρωμύλου διανοίας, εἰ οιοιτο διὰ τῆς κλήσεως ταύτης ἐμφαίνειν χρῆναι τοὺς πρώτους 2.92 καὶ δυνατωτάτους τῆς πόλεως πατρικῇ κηδεμονίᾳ κήδεσθαι τῶν ταπεινοτέρων, αμα δὲ καὶ τὸν δῆμον ἐνάγειν διὰ τῆς τῶν πατρικίων προσηγορίας εἰς τὸ 2.1 νομένης ἠξίουν τοὺς ὑφ' ̔Ηρώδου τιμωμένους κολάσαντα τὸν ̓Αρχέλαον ἐκδικῆσαι τοὺς τεθνεῶτας, καὶ πρὸ τῶν αλλων τὸν ἀρχιερέα παῦσαι, ετερον δὲ καταστήσασθαι νομιμώτερον. τούτοις ̓Αρχέλαος καίπερ ἀχθόμενος τὴν ὁρμὴν αὐτῶν