195
δεύτερος ἀόριστος επλων, επλως. ειτα τοῦ πρώτου ἀορίστου τὸ δεύτερον πρόσωπον επλωσας, καὶ ἐν συνθέσει ἐπέπλωσας, καὶ κατὰ συγκοπὴν ἐπέπλως. ̓Επέπιθον. ἐκ τοῦ πείθω. ὁ δεύτερος ἀόριστος επιθον, καὶ κατὰ ἀναδιπλασιασμὸν ἐπέπιθον. τὸ πρῶτον τῶν πληθυντικῶν ἐπεπίθομεν, καὶ κατὰ συγκοπὴν ἐπέπιθμεν. καὶ δεξιαὶ, αις ἐπέπιθμεν. ̓Επεμαίετο. ἐπεζήτει, ἐπεθύμει. μαίω γὰρ καὶ μῶ τὸ ζητῶ. ̓Επευωνίζων. κερδαίνων. ̓Επεφάνη. διὰ τοῦτο ειπεν ἐπεφάνη, ινα τὴν ανωθεν υπαρξιν μηνύσῃ. εἰ γὰρ ειπεν ἐφάνη, ἀρχὴν ἐσηγεῖτο τοῦ ἀεὶ οντος. Παῦλος ὁ ̓Απόστολος· ἐπεφάνη ἡ χάρις τοῦ θεοῦ ἡ σωτήριος. ἐπειδὴ ὁ ων ἐφάνη. ̓Επεφόρησεν. ἐπεσώρευσεν. οσους ανωθεν ἐπεφόρησε τῶν λίθων. epsilon.832 ̓Επεφωρᾶτο. ἀντὶ τοῦ ἐφανεροῦτο, εὑρίσκετο, ἠλέγχετο. ̓Επεφράσατο. ἐθεώρησεν. ̓Επέφο. ἐκράτησεν. ἀλλὰ τὸ δὴ λεγόμενον ἀμφοῖν ταῖν χεροῖν ἐπέφυ. ̓Επεφύκει. περιεπλάκει. ̓Επεφύοντο. ἐπήρχοντο. καὶ ἐπέφυσαν οἱ συκοφάνται. Επεφνεν. ἀνεῖλεν, ἐφόνευσεν. εστι φῶ, ου παράγωγον ῥῆμα φένω τὸ φονεύω. καὶ ἐν συγκοπῇ φνῶ καὶ κατὰ ἀναδιπλασιασμὸν πρώτης συζυγίας τῶν περισπωμένων πεφνῶ. τινὲς δὲ παρατατικὸν αὐτὸν νομίζουσιν, ἀγνοοῦντες τὴν φυσικὴν κλίσιν αὐτοῦ· οὐ γὰρ τὸ πέφνω, ὡς εμαθον, ἐὰν μάθω, διὰ μετοχῆς αὐτοῦ· ἐπειδὴ αἱ εἰς ˉωˉν μετοχαὶ μετ' ἐπιπλοκῆς συμφώνου η βαρύνονται η περισπῶνται· οιον τέμνω, τέμνων, κάμνων. ουτως ̔Ηρωδιανός. ̓Επέφραδε. διεσῄμανεν, ειπεν. Επεχε. ἐπίκεισο, ἐπίμενε, φύλασσε. ουτως Πλάτων· περὶ τῶν ἀδήλων ἐπέχει. ̓Επεχώρησεν. ἀντὶ τοῦ συνεχώρησεν. ̓Αῤῥιανός· ἐπεχωρήθη. καὶ τὰ ομοια. ̓Επείγω. τὸ σπεύδω, διὰ τῆς ˉεˉι διφθόγγου. παράκειται γὰρ αὐτῷ οιγω, ὁ γὰρ κατεπείγων ὡς πάνυ βουλόμενος κατεπείγει. epsilon.833 ̓Επεικάζω. στοχάζομαι. η καὶ δάμαρτα τήνδ' ἐπεικάζων κυρῶ. ̓Επειλέγη. κατειλέγη, συνειλέγη, καὶ ἐπειλεγμένος. ἐπιλελεγμένος δὲ, ˉι. ̓Επειλημμένη. δραξαμένη, ἀντιλαμβάνουσα. ̓Επεισκυκλείσθω. ἐπιφερέσθω, συναπτέσθω. καὶ ἐπεισκυκλοῖ, ἀντὶ τοῦ εἰσφέρει καὶ ἐπισυνάπτει. ̓Επεισοίσασ. κομίσας. Επεισιν. ἐπέρχεται. ̓Επεισπέπαικεν. εἰσεπήδησεν, εἰσῆλθεν. κυρίως δὲ ἐπὶ στρατιᾶς πολεμίων. ̓Επεισοίσασ. ἐπεισβαλών. ̓Επεισφρήσασ. ἐπεισελθών. ̓Επήγετο. ἐπεφέρετο. ̓Επηγάγετο. προσῳκειώσατο, ἰδιοποιήσατο. τοὺς δὲ οἰκήτορας τῆς πόλεως, μηδὲν βίαιον δράσας, ἐπηγάγετο. ̓Επήγγελλεν. ἀντὶ τοῦ προσέτασσεν. ὁ δὲ Μίνως πανταχόσε ἐπέπλει καὶ πολλοῖς ξενίοις ἐπήγγελλεν. epsilon.834 ̓Επήγγειλα. παρήγγειλα. καὶ εἰς τετάρτην ηκειν ἐπήγγειλα. ̓Επηγκυλημένα. τὰ κεκαμμένα ξύλα εἰς χρῆσιν οπλων. ̓Επῄει μοι. ἐπήρχετό μοι. ̓Επηθρηκυῖα. ἰδοῦσα. ἀπὸ τοῦ ἀθρῶ, τὸ βλέπω. ̓Επήμῃναν. εβλαψαν. ἀπὸ τοῦ πημαίνω τὸ βλάπτω. ̓Επῄνεον. συγκατετίθεντο. εὐμενῶς ἐδέχοντο. τὸ δὲ θεῖον οὐκ ἐπῄνει τὰ ὑπὸ τοῦ βασιλέως πραττόμενα. ̓Επῃνηκέναι. ἀντὶ τοῦ ἐπαινέσαι. ὁ παρακείμενος ἐπῄνεκα. ̓Επηνήκιζεν. ἐξηπάτα. ουτως Κρατῖνος. ̓Επῄνουν. συγκατετίθεντο. ̓Επηπείλησα καὶ κατώμοσα. ἀντὶ τοῦ ἐπαγγειλάμενος ωμοσα. ̓Επήπυον. ἐβόων. ἀπὸ τοῦ ἀπύω τὸ φωνῶ. ̓Επηλυγάζονται. σκεπάζονται, η ἐπισκευάζονται, η ἐπικρύπτονται. ἠλύγην γὰρ καλοῦσιν οἱ ̓Αττικοὶ τὴν σκιὰν η τὴν σκοτίαν η τὴν νύepsilon.835 κτα. τινὲς δὲ ἀπὸ τῶν λύγων· διὰ γὰρ τῶν λύγων τοὺς σχοίνους πλέκουσιν. ̓Επῃρμένοι. ὑπερηφανευόμενοι. καὶ ἀντὶ τοῦ πρόχειροι καὶ εὐτρεπεῖς. Θουκυδίδης· οἱ ουν Ελληνες ἐπῃρμένοι ησαν διὰ τὴν τῶν ̓Αθηναίων κακοπραγίαν. ̓Επηρτημένην. ἐπικειμένην, καὶ ἀντὶ τοῦ κρεμαμένην. ̓Επήρτησεν. ἐπέθηκεν, ἐπέφερεν. οὐ μικρὸν φόβον ἐπήρτησε τοῖς ἐν τῇ πόλει. ̓Επίασιν. ἐπέρχονται. ̓Επιβατεῦσαι. ἐπιβῆναι, κατασχεῖν. ωνπερ Θευδίβερτος οὐ δέον ἐπιβατεῦσαι, διὰ σπουδῆς ειχεν. ̓Επιβαλεῖ. ἐπιθήσει. ̓Επιβοώμενοι. ἐπικαλούμενοι. καὶ τοὺς θεοὺς ἐπιβοώμενοι. ̓Επιβωσάμενοσ. ἐπικαλεσάμενος. ἐπιβοησάμενος. καὶ ἐπιβωσόμεθα. ̓Επιβρίθω. τὸ ἐπιβαρῶ. epsilon.836 ̓Επιβρίσουσιν ὀδόντασ. παρόσον οἱ θυμούμενοι τρίζουσιν τοὺς ὀδόντας. ̓Επιβύσαντεσ. ἐπικαλύψαντες, σκεπάσαντες. Προκόπιος· ἐπιβύσαντες τοὺς ῥωχμοὺς