195
διορύγματι εὑρεθῇ ὁ κλέπτης, καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος. «Ἐπανέστησαν μοι κλέπται, ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν.» «Ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν.» «Εἶπε Κύριος πρός με· Τί ὁρᾷς; καὶ εἶπα· Ὁρῶ δρέπανον μῆκος πηχέων εἴκοσι, καὶ πλάτος πηχέων δέκα. Καὶ εἶπε πρός με· Ἐπελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου, καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ, καὶ συντελέσει αὐτόν. Καὶ πᾶς κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται.» «Τίς πιστεύσει εὐζώνῳ λῃστῇ ἀφαλλομένῳ ἀπὸ πόλεως εἰς πόλιν;» «Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος ταῖς ἰδίαις χερσὶν τὸ ἀγαθὸν, ἵνα ἔχῃ μεταδοῦναι τῷ χρείαν ἔχοντι.» Χαλεπαὶ νύκτες τῶν ἐπαγρυπνούντων ταῖς ἀδικίαις. Ὅ τε γὰρ φόβος τοῦ φωραθῆναι, καὶ ἡ τοῦ οἴστρου ἀκολασία, πᾶσαν ἀνάπαυσιν αὐτῶν ἀπελαύνει,
ΤΙΤΛ. ςʹ. -Περὶ κτηνῶν καὶ προνοίας αὐτῶν.
«Ἡ ψυχὴ πάσης σαρκὸς, αἷμα αὐτοῦ ἐστιν.» «∆ίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ.» «Κτήνη σοί εἰσιν; ἐπισκέπτου αὐτὰ, καὶ εἰ ἔστι σοι χρήσιμα, ἐμμενέτω σοι.»
ΤΙΤΛ. Ζʹ. -Περὶ καυχήσεως καὶ τῆς ἐπάρσεως· καὶ ὅτι ἐπ' οὐδενὶ τῶν ἐν βίῳ
χρὴ καυχᾶσθαι καὶ ἐπαίρεσθαι. «Μὴ καυχᾶσθε, καὶ μὴ λαλεῖτε ὑψηλὰ εἰς ὑπεροχήν· μηδὲ ἐξελθέτω
μεγαλοῤῥημοσύνη ἐκ τοῦ στόματος ὑμῶν.» «Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ.» «Μὴ λέγε· Καθαρός εἰμι τοῖς ἔργοις, καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ.» «Ἐπὶ τῇ σοφίᾳ μὴ ἐπαίρου.» «Μὴ καυχῶ τὰ εἰς αὔριον· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα.» «Ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ, καὶ ἐν ἡμέρᾳ δόξης μὴ ἐπαίρου.» «Μὴ εἴπῃς· Τῷ πλήθει τῶν δώρων μου ἐπόψεται, 96.81 καὶ ἐν τῷ προσενέγκαι με Θεῷ ὑψίστῳ, προσδεχθήσομαι.» «Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν, ἐκεῖνος δόκιμός ἐστιν, ἀλλ' ὃν ὁ Κύριος συνίστησιν.» «Καυχάσθω ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ· ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ.» Πολλὰ φρονῶ ἐν Θεῷ, ἀλλ' ἐμαυτὸν μετρῶ, ἵνα μὴ ἐν καυχήσει ἀπόλωμαι. Καὶ Ἀδάμ ποτε τὸν προπάτορα ὁ ἐχθρὸς παρασκευάσας ἰσοθεΐαν φαντασθῆναι, ἐξήνεγκε παραδείσου, καὶ μέχρις ᾅδου πυθμένων κατήγαγε.
ΤΙΤΛ. Ηʹ. -Περὶ κάλλους σώματος, καὶ ὡραιότητος.
«∆αβὶδ ἦν πυῤῥακίζων μετὰ κάλλους ὀφθαλμῶν, καὶ ἀγαθὸς ὁράσει Κυρίῳ.» «Ὡς Ἀβεσσαλὼμ οὐκ ἦν ἀνὴρ ἐν παντὶ Ἰσραὴλ,ἀπὸ ἴχνους ποδὸς αὐτοῦ ἕως κορυφῆς.» «Ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑὸς, οὕτως γυναικὶ κακόφρονι κάλλος.» «Μὴ αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ.» «Λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας, κάλλος προσώπου ἐν ἡλικίᾳ στασίμῃ.» «Κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον αὐτῆς.» Ὁ σήμερον εὐθαλὴς τῷ σώματι, κατασεσαρκωμένος ἀπὸ τροφῆς, ἐπανθοῦσαν ἔχων τὴν εὔχροιαν ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς, σφριγῶν καὶ σύντονος, αὔριον αὐτὸς οὗτος ἐλεεινὸς, ἢ τῷ χρόνῳ μαρανθεὶς, ἢ νόσῳ ἀπομαραίνεται. Ἐὰν αἰσχρὸς τὸ φαινόμενον ᾖς, ἔσω εὐφανὴς τὸ κρυπτόμενον, ὥσπερ ἐν κάλυκι ῥόδον ἀνθηρόν.
ΤΙΤΛ. Θʹ. -Περὶ κομπαζόντων καὶ φημιζόντων.
«Κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων, ἢ ὁ τιμὴν ἑαυτῷ περιτιθεὶς, καὶ προσδεόμενος ἄρτου.» «Εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς, μηδὲν ἔχοντες.» «Μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανεισμάτων, καὶ οὐδέν σοι ἐν μαρσυππίῳ. Ἔσῃ γὰρ ἐπίβουλος τῆς ἰδίας ζωῆς.» Τὸ ἐπὶ πλούτῳ κομπάζειν, ἢ γενέσει σεμνύνεσθαι, δι' ὧν αἱ ἀνθρώπιναι πληροῦνται τιμαὶ, ταῦτα πάντα καθαίρεσις τῆς ἀνθρωπίνης ζωῆς, καὶ τιμῆς, καὶ ὄνειδος γίνονται. Τίς χάρις ἐὰν πίθηκον ἔχῃς, ἀνθρωπόμορφον ὕβριν,