195
ἀγαθόν τι θελῆσαι. Ἐπειδὴ τοίνυν καὶ τῆς Ἰουδαίας διὰ τὴν τῶν οἰκητόρων παρανο μίαν ἐρημίαν κατεψηφίσατο· καὶ τῷ Ἀδὰμ μετὰ τὴν ἁμαρτίαν τιμωρίαν ἐπήγαγε τῆς γῆς ἀράν. "Ἀκάνθας γὰρ, ἔφη, καὶ τριβόλουσ[, ἀνατελεῖ σοι·] τὴν τῶν λυπηρῶν ἀποβολὴν διὰ τῆς εὐδο κίας ὁ προφητικὸς παρεδήλωσε λόγος, [καὶ τῆς φύσεως ἁπάσης τὴν ἀνανέωσιν.] 80.1548 "Ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. [γʹ] Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν." Ἔλυσας τὰ λυπηρὰ τῆς δουλείας δεσμὰ, καὶ τὴν ἐλευθερίαν ἐδωρήσω τοῖς αἰχμαλώτοις, τὰ πεπλημμελημένα παριδεῖν ἐθε λήσας· ὅτι δὲ καὶ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις αἰχμάλωτος ἦν, καὶ παρὰ τοῦ Σωτῆρος ἡμῶν Θεοῦ τὴν ἐλευθερίαν ἐδέξατο, μάρτυς αὐτὸς διὰ Ἡσαΐου βοῶν· "Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσα σθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν." Ταύ την γὰρ ἐν τῇ Συναγωγῇ τὴν προφητείαν ἀναγνοὺς ὁ ∆εσπότης ἔφη πρὸς Ἰουδαίους· "Σήμερον ἡ γρα φὴ αὕτη ἐπληρώθη ἐν τοῖς ὠσὶν ὑμῶν. δʹ. Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου· ἀπ έστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου." Ἔλυσας τὴν καθ' ἡμῶν ἀγανάκτησιν, καὶ τὴν εὐμένειαν ἔδειξας. εʹ "Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς, τῶν σωτηρίων ἡμῶν· καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ' ἡμῶν." Ἐοίκασι καὶ οὗτοι κἀκεῖνοι τὰ μὲν εὐαγγέλια τῆς ἐλευθερίας δεδέχθαι, μηδέπω δὲ ταύτης τετυχηκέναι· οὗ δὴ χάριν ἀντιβολοῦσι τελείως τυχεῖν τῆς φιλανθρωπίας. ʹ. "Μὴ εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖν, ἢ δια τενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν." Πρέ πει καὶ τοῖς ἀπαλλαγεῖσι τῶν συμφορῶν τούτοις κεχρῆσθαι τοῖς ῥήμασι, καὶ μὴ θαῤῥεῖν τῇ τῶν ἁμαρτημάτων ἀφέσει, ἀλλὰ δεδιέναι καὶ τὸν κριτὴν ἐκμειλίσσεσθαι. Ἱκετεύουσι τοίνυν καὶ οὗτοι, μὴ ἐπιταθῆναι τὴν αὐτὴν ὀργὴν ὥστε εἰς ἑτέραν γενεὰν διαρκέσαι, ἀλλὰ λυθῆναι ταχέως. ζʹ "Ὁ Θεὸς, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί." Ἴσμεν σου, ∆έσποτα, τὸ φιλάνθρωπον, καὶ πεποίθαμεν, ὅτι σὺ καὶ τὴν ἐπάνοδον παρέξεις, καὶ τὴν ζωήν· ἡμεῖς δὲ τούτων ἀπολαύσαντες, μετ' εὐφροσύνης σοι τὸν ὕμ νον προσοίσομεν. ηʹ. "∆εῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου· καὶ τὸ σωτή ριόν σου δῴης ἡμῖν." Κύρου τοῦ Περσῶν βασιλεύ σαντος κατὰ τὴν Ἡσαΐου προφητείαν δεδωκότος τῆς ἐπανόδου τὴν ἐξουσίαν, ἐπείγονται τὴν ἐνεγκοῦσαν καταλαβεῖν. ∆ιὰ δὴ τοῦτο τὸν Θεὸν ἱκετεύουσι, τα χεῖαν αὐτοῖς διὰ φιλανθρωπίας παρασχεῖν σωτηρίαν. Τάχιστα, φησὶν δὲ, ὦ ∆έσποτα, τὴν σὴν ἡμῖν ἀγα θότητα δεῖξον, καὶ τύχωμεν τῆς σωτηρίας, καὶ τῆς 80.1549 ἐντεῦθεν ἀπαλλαγῆς. Οὕτω τὴν ἱκετείαν ὁ Προ φήτης ὡς ἐξ ἐκείνων προσενεγκὼν, δέχεται τοῦ Θεοῦ τὴν ἀπόκρισιν, καὶ φησί· θʹ. "Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός· ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ· καὶ ἐπὶ τοὺς ὁσίους αὑτοῦ· καὶ ἐπὶ τοὺς ἐπιστρέ φοντας καρδίαν ἐπ' αὐτόν." Ἤκουσε, φησὶ, τῆς ἱκετείας ὁ φιλάνθρωπος ∆εσπότης, καὶ τῆς εἰρήνης τὴν ψῆφον ἐξήνεγκε, καὶ δεδώρηται ταύτην τοῖς μεταμελείᾳ χρησαμένοις, καὶ πρὸς τὸν Θεὸν νεύειν τὸν λογισμὸν ἐκπαιδεύσασιν. Ἡ γὰρ πρὸς τὸν Θεὸν τῆς καρδίας ἐπιστροφὴ, τοῦ πταίειν ἀπαλλαγὴ, καὶ τῆς δικαιοσύνης ἀρχή. [Εἴρηται δὲ καὶ ἐκ προσ ώπου τοῦτο μὲν τῶν μακαρίων ἀποστόλων, τοῦτο δὲ καὶ τῶν πιστευόντων δι' αὐτῶν τῷ Σωτῆρι. Καὶ φησίν· Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, ἣν διὰ τῶν ἀποστόλων ἐχαρίσατο τοῖς τροφίμοις τῆς χάριτος. Τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς· καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας τὴν καρδίαν ἐπ' αὐτόν. Καὶ πότε ταύτην ἐδωρήσατο; Ὅτε ἐκ τοῦ ὄρους τῶν ἐλαιῶν ὁ ἁπανταχοῦ καὶ τοῦ πατρὸς ἀχώριστος ἀνελαμβάνετο, ὅθεν καὶ καταβάς. "Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν." Αὕτη γὰρ τῆς δικαιοσύνης ἡ ἀρχή.] Τούτοις καὶ τὰ ἐπιφερόμενα συμφωνεῖ. ιʹ. "Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σω τήριον αὐτοῦ· τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν." Πελάζει γὰρ τοῖς τὸν Θεὸν φοβουμένοις ἡ σωτηρία, καὶ ταύτης ἀπολαύουσιν οἱ τοὺς