195
Χριστοῦ"5, ἀλλὰ "4Χριστός"5. εἰ δὲ οὐκ ἀνέχονται οἱ δύσερεις, πρῶτον μὲν ἀθετοῦσι τὰς θείας φωνάς, ἔπειτα ἐντεῦθεν μὴ ἄνθρωπον γενέσθαι τὸν Χριστὸν ἔργῳ, κἂν λόγῳ οὔ, δογματίζουσιν. εἰ γὰρ ἄνθρωπος, καὶ εἰκονίζεται δῆλον ὅτι· ἀνθρώπου γὰρ τὸ εἰκονίζεσθαι πρῶτον ἰδίωμα. εἰ δὲ οὐκ εἰκονίζεται, οὐκ ἄνθρωπος ἀλλὰ ἄσαρκος, καὶ οὔπω ἧκεν Χριστός, ὡς Ἰουδαῖοι φενακίζονται. διὰ τοῦτο καὶ τὴν Θεοτόκον εἰκονιζομένην ἐξορίζουσι καὶ πάντα ἅγιον ὡς οὐ μητέρα θεοῦ οὐδὲ θεράποντας ὄντας Χριστοῦ. καὶ βοᾷ ὁ χρυσορρήμων, τῶν λόγων σου τὰ ἔργα ἐμοὶ πιστότερα. Συνῆκται οὖν ἐξ ἀληθείας ἰουδαΐζειν τοὺς εἰκονομάχους, καὶ ὁ πανθάνων ὑπ' αὐτῶν διὰ Χριστὸν καὶ ὑπὲρ Χριστοῦ πάσχοι, διὰ τὴν Θεοτόκον καὶ ὑπὲρ τῆς Θεοτόκου, διὰ πάντα ἅγιον καὶ ὑπὲρ πάντων ἁγίων· μάρτυς ἀπαράγραπτος καὶ ὁμολογητὴς Χριστοῦ ὁ ἐναθλῶν καὶ ἐνιστάμενος. καὶ οὐδεὶς ἀντερήσει λόγος. οἱ Μακκαβαῖοι μάρτυρες, μὴ κρεῶν ὑείων ἀνασχόμενοι παρανόμως γεύσασθαι· ὁ Πρόδρομος μάρτυς ὑπὲρ ἐλεγμοῦ ἀληθείας, καὶ ἄλλος ὑπὲρ τοῦ μὴ καταβαλέσθαι ὀβολὸν εἰς οἰκοδομὴν εἰδωλείου, καὶ ἕτερος δι' ἕτερον ἔνταλμα. τί γὰρ δεῖ τὰ πολλὰ λέγειν; καὶ ἐνταῦθα προδήλως ὁ διὰ Χριστὸν ἐναθλῶν οὐ μάρτυς, ὥς φασί τινες τῶν δυστήνων; μάρτυς ἀληθής, μηδ' ὁτιοῦν ἐνδέων τῶν ἐφ' Ἑλλήνων ἢ Ἰουδαίων μαρτυρη-σάντων· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. ὅλως οὖν, εἰ ὁ τὸν τύπον τοῦ σταυροῦ ἀθετῶν εἰς Χριστὸν ἀναφέρει τὴν ἀθέτησιν, πολλῷ μᾶλλον ὁ τὴν εἰκόνα Χριστοῦ ἀρνούμενος εἰς Χριστὸν ἀναπέμπει τὴν ἄρνησιν. οὕτως καὶ ὁ ἐφ' ἑκάτερα μαρτυρῶν μάρτυς ἀληθέστατος, καὶ μᾶλλον ἐν τῇ εἰκόνι, ὅτι ὁ μὲν σημεῖον, ἡ δὲ μορφὴ Χριστοῦ. Παρακαλῶ δέ, ἀδελφοί μου ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, πρῶτον μὲν μνήμην μου ποιεῖσθαι τοῦ ταπεινοῦ, οἷς λέγω ἔργῳ ἀποδειχθῆναί με εὐχόμενοι, μηδαμῶς ὑποχαυνούμενον ἔκ τε τῶν ἀοράτων καὶ ὁρωμένων προσβολῶν, ἔπειτα προσέχειν ἑαυτοῖς καὶ τῇ ἐνισταμένῃ ἀθλήσει, ἀλλὰ μὴ τοῖς λογισμοῖς ἐμπυρίζεσθαι διὰ πτωχείαν συνέσεως ἐν τῇ τῶν πραγμάτων δείξει, ὑπὸ τῆς προνοίας διοικουμένων βαθέως καὶ ὡς οὐκ ἐφικτὸν ἀνθρώπου διανοίᾳ. μηδὲ ὃ ψάλλετε πάθοιτε, ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, τὸ καὶ τὸ θεωρῶν, ἀλλὰ μᾶλλον ἀκούειν τοῦ Κυρίου λέγοντος, ὑπόμεινόν με εἰς ἡμέραν ἀναστάσεώς μου καὶ ὅτι ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 302 {1Τοῖς ἀποῦσι πᾶσιν ἀδελφοῖσ}1 Πάντοτε μὲν διατίθεσθαι τὰ πρὸς θάνατον χρὴ τὸν χριστιανόν, μάλιστα δὲ ὁπόταν πειρασμοῖς περιπαρεὶς θάνατον ἀπειλοῦσιν. ἐπεὶ οὖν τοιοῦτον τὸ καθ' ἡμᾶς διὰ τὴν σφύζουσαν τῶν διωκτῶν μανίαν εἵνεκα τῆς Χριστοῦ ἀγάπης, τοῦ προκειμένου δὴ μαρτυρίου τῆς περὶ αὐτὸν ὁμολογίας, καὶ οὐκ οἶδα τί μοι ἀποβήσεται ἀθρόως ὄντι μεμονωμένῳ καὶ περιειργμένῳ μακράν που ἀφ' ὑμῶν τῶν ἁπάντων ἀδελφῶν μου καὶ πατέρων, ἔδοξα καλῶς ἔχειν τελευταίαν οἱονεὶ φωνὴν ταύτην τὴν ἐπιστολὴν παραθέσθαι ὑμῖν καὶ δι' ὑμῶν πάσῃ τῇ ἀδελφότητι· καλὸν γὰρ πολλάκις διατίθεσθαι καὶ ἐπιμένειν ἢ προσδοκίᾳ ζωῆς ἐξάπινα ἀνάρπαστον γινόμενον ἀδιάθετον ἀβούλως ἐγκαταλιμπάνεσθαι. τί τοίνυν τὸ παρόν; ἐπειδὴ πολλάκις ὅσα ἔδει εἰπεῖν εἴτε βαρέως νοσήσας εἴτε διωγμῶν προκειμένων καὶ διεθέμην καὶ ὑπεμνημάτισα καὶ οὔπω χρεία περὶ τῶν ἤδη λεχθέντων δευτερολογεῖν, ἐκεῖνο πρῶτον, ἀδελφοί μου, ἵνα μοι συγγνώμην δοίητε ἐφ' οἷς παρὰ λόγον διὰ τῆς καθηγήσεως ἔλεξα ἢ ἔδρασα εἰς ὑμᾶς λογικῶς καὶ πραγματικῶς· ἁμαρτίας γὰρ τίς συνήσει; καί, πταίομεν ἅπαντες, καί γε μάλιστα ἐγὼ ὁ πάντων ἀχρειότερος ἀνθρώπων. ∆ιὸ καὶ ἐξαιτοῦμαι ὑμῶν τὴν προσευχὴν εἰς ἐπίτευξιν σωτηρίας τῆς ταλαιπώρου μου ψυχῆς, ἔπειτα διὰ τοὺς κατὰ τὰς ἁμαρτίας μου ἀπορραγέντας τῆς ἐν Πνεύματι Ἁγίῳ συναφείας ἡμῶν ἀδελφούς. ἔστι μὲν οὖν, ἔστι δεδηλωμένον ἅπασι τὸ ἔνδικον αὐτοῖς παρὰ θεῷ κρίμα, ἀλλ' ὅμως, ἐπεὶ τέκνα καὶ μέλη, συμπαθητέον καὶ διαμαρτυρητέον αὐτοῖς ἔτι· λέγω δὴ τῷ