195
καὶ πρᾴως τὰ περὶ προδοσίας ἀνεμίμνησκεν. ἐπεὶ δὲ ἀνεπιστρόφως αὐτὸν ἑώρα πλανώμενον, ἐπιστραφεὶς πρὸς αὐτὸν πατήσαντά ποτε τὰ ὀπίσθια τῆς στολῆς αὐτοῦ, εἰσιόντος αὐτοῦ πρὸς τὸν βασιλέα, ἔφη· "μὴ σπεῦδε, φθάζεις γὰρ εἰσελθεῖν εἰς τὸ διΐππιν." ὁ δὲ ταραχθεὶς ἐπὶ τῷ λόγῳ σὺν ἄλλοις ἀκούσασιν ἠγνόει τὴν πρόρρησιν, ἥτις πέρας λαβοῦσα μετὰ ιεʹ ἔτη τῷ τρίτῳ ἔτει Κωνσταντίνου τοῦ διώκτου, ἰνδικτιῶνος ιβʹ, πάντας ἔπεισεν ἐκ θείας χάριτος προφητευθῆναι τῷ ἀγνώμονι. Κωνσταντῖνος γὰρ μετὰ τὴν τοῦ γαμβροῦ αὐτοῦ Ἀρταυάσδου ἀνασοβὴν τῆς βασιλείας ἐπικρατήσας Ἀναστάσιον τοῦτον τύψας σὺν ἄλλοις ἐχθροῖς ἐν ἱππικῷ διὰ τοῦ διϊππίου γυμνὸν ἐπ' ὄνου καθήμενον ἐξανάστροφα ἐπόμπευσεν, ὡς τοῖς ἐχθροῖς συνανασκάψαντα αὐτόν, καὶ τὸν Ἀρτάυασδον στέψαντα, ὡς δηλωθήσεται ἐν τῷ ἰδίῳ τόπῳ. καὶ ἐν μὲν τῷ Βυζαντίῳ πρόμαχος τῶν ὑπὲρ εὐσεβείας δογμάτων ὁ ἱερὸς οὗτος καὶ θεσπέσιος ἤκμαζε Γερμανὸς θηριομαχῶν πρὸς τὸν φερώνυμον Λέοντα καὶ τοὺς αὐτοῦ συνασπιστάς, ἐν δὲ τῇ πρεσβυτέρᾳ Ῥώμῃ Γρηγόριος, ὁ πανίερος ἀποστολικὸς ἀνὴρ καὶ Πέτρου τοῦ κορυφαίου σύνθρονος, λόγῳ καὶ πράξει διαλάμπων, ὃς ἀπέστησε Ῥώμην τε καὶ Ἰταλίαν καὶ πάντα τὰ ἑσπέρια τῆς τε πολιτικῆς καὶ ἐκκλησιαστικῆς ὑπακοῆς Λέοντος καὶ τῆς ὑπ' αὐτὸν βασιλείας. ἐν δὲ τῇ κατὰ Συρίαν ∆αμασκῷ Ἰωάννης ὁ Χρυσορρόας, πρεσβύτερος καὶ μοναχός, ὁ τοῦ Μανσούρ, διδάσκαλος ἄριστος, βίῳ καὶ λόγῳ προέλαμπεν. ἀλλὰ Γερμανὸν μὲν ὡς ὑπ' αὐτὸν ὄντα ἐκβάλλει τοῦ θρόνου· Γρηγόριος δὲ αὐτὸν δι' ἐπιστολῶν ἀριδήλως ἐλέγχει τῶν τοῖς πολλοῖς ἐγνωσμένων, καὶ Ἰωάννης σὺν τοῖς τῆς ἀνατολῆς ἐπισκόποις τοῖς ἀναθέμασι τὸν ἀσεβῆ καθυποβάλλει. τῇ δὲ ζʹ τοῦ Ἰαννουαρίου μηνὸς τῆς ιγʹ ἰνδικτιῶνος, ἡμέρᾳ γʹ τῆς ἑβδομάδος, Λέων ὁ δυσσεβὴς σελέντιον κατὰ τῶν ἁγίων 409 καὶ σεπτῶν εἰκόνων ἐκρότησεν ἐν τῷ τριβουναλίῳ τῶν ιθʹ ἀκουβίτων, προσκαλεσάμενος καὶ τὸν ἁγιώτατον πατριάρχην Γερμανόν, οἰόμενος πείθειν αὐτὸν ὑπογράψαι κατὰ τῶν ἁγίων εἰκόνων. ὁ δὲ γενναῖος τοῦ Χριστοῦ δοῦλος μηδ' ὅλως πεισθεὶς τῇ μυσαρᾷ κακοδοξίᾳ αὐτοῦ, τὸν λόγον τῆς ἀληθείας ὀρθοτομήσας ἀπετάξατο τὴν ἀρχιερωσύνην ἐπιδοὺς τὸ ὠμοφόριον καὶ εἰπὼν μετὰ πολλοὺς διδασκαλικοὺς λόγους· "ἐὰν ἐγώ εἰμι Ἰωνᾶς, βάλετέ με εἰς τὴν θάλασσαν. χωρὶς γὰρ οἰκουμενικῆς συνόδου καινοτομῆσαι πίστιν ἀδύνατόν μοι, ὦ βασιλεῦ." καὶ ἀπελθὼν ἐν τῷ λεγομένῳ Πλατανίῳ εἰς τὸν γονικὸν αὐτοῦ οἶκον ἡσύχασεν, ἀρχιερατεύσας ἔτη ιδʹ μῆνας εʹ καὶ ἡμέρας ζʹ. τῇ δὲ κβʹ τοῦ αὐτοῦ Ἰαννουαρίου μηνὸς χειροτονοῦσιν Ἀναστάσιον τὸν ψευδώνυμον μαθητὴν καὶ σύγκελλον τοῦ αὐτοῦ μακαρίου Γερμανοῦ συνθέμενον τῇ Λέοντος δυσσεβείᾳ, διὰ φιλαρχίαν κοσμικὴν προχειρισθεὶς Κωνσταντινουπόλεως ψευδεπίσκοπος. Γρηγόριος δέ, ὁ ἱερὸς πρόεδρος Ῥώμης, καθὼς καὶ προέφην, Ἀναστάσιον ἅμα τοῖς λιβέλλοις ἀπεκήρυξεν ἐλέγξας τὸν Λέοντα δι' ἐπιστολῶν ὡς ἀσεβοῦντα, καὶ τὴν Ῥώμην σὺν πάσῃ τῇ Ἰταλίᾳ τῆς βασιλείας αὐτοῦ ἀπέστησεν. ἐκμανεὶς οὖν ὁ τύραννος ἐπέτεινε τὸν κατὰ τῶν ἁγίων εἰκόνων διωγμόν, πολλοί τε κληρικοὶ καὶ μονασταὶ καὶ εὐλαβεῖς λαϊκοὶ ὑπερεκινδύνευσαν τοῦ ὀρθοῦ τῆς πίστεως λόγου τὸν μαρτυρικὸν ἀναδησάμενοι στέφανον. Κωνσταντινουπόλεως ἐπίσκοπος Ἀναστάσιος ἔτη κδʹ. ιδʹ. ζʹ. ʹ. αʹ. κεʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς τὴν Ῥωμανίαν καὶ ἐλθὼν εἰς Καππαδοκίαν παρέλαβε δόλῳ τὸ Χαρσιανὸν κάστρον. ιεʹ. ηʹ. ζʹ. βʹ. κʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς τὴν Τουρκίαν καὶ φθάσας τὰς Κασπίας πύλας φοβηθεὶς ἀνέστρεψεν. ιʹ. θʹ. ηʹ. γʹ. κζʹ. Τούτῳ τῷ ἔτει Λέων ὁ βασιλεὺς τὴν θυγατέρα Χαγάνου, τοῦ τῶν Σκυθῶν δυνάστου, τῷ υἱῷ Κωνσταντίνῳ ἐνυμφεύσατο, ποιή410 σας αὐτὴν Χριστιανὴν καὶ ὀνομάσας αὐτὴν Εἰρήνην· ἥτις ἐκμαθοῦσα τὰ ἱερὰ γράμματα διέπρεπεν ἐν εὐσεβείᾳ τὴν τούτων δυσσέβειαν ἐλέγχουσα. Μαυΐας δέ, ὁ υἱὸς Ἰσάμου, ἐπεστράτευσε τὴν Ῥωμανίαν καὶ ἐλθὼν ἕως Παφλαγονίας ἀνέκαμψε μετὰ αἰχμαλωσίας πολλῆς. ὁ δὲ