1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

196

ἀπαιτῶν τοὺς δανεισαμένους ἢ παυσάσθω ἢ καθαιρείσθω. με. Ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος αἱρετικοῖς συνευξάμενοι μόνον ἀφοριζέσθωσαν· εἰ δὲ καὶ ἐπέτρεψαν αὐτοῖς ὡς κληρικοῖς ἐνεργῆσαι, καθαιρείσθωσαν. μς. Ἐπίσκοπον ἢ πρεσβύτερον αἱρετικῶν δεξαμένους βάπτισμα ἢ θυσίαν καθαιρεῖσθαι προστάσσομεν. «Τίς γὰρ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ; Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου;» μζ. Ἐπίσκοπος ἢ πρεσβύτερος τὸν κατὰ ἀλήθειαν ἔχοντα βάπτισμα ἐὰν ἄνωθεν βαπτίσῃ, ἢ τὸν μεμολυσμένον παρὰ τῶν ἀσεβῶν ἐὰν μὴ βαπτίσῃ, καθαιρείσθω ὡς γελῶν τὸν σταυρὸν καὶ τὸν τοῦ Κυρίου θάνατον καὶ μὴ διακρίνων ἱερέας ψευδιερέων. μη. Eἴ τις λαϊκὸς τὴν ἑαυτοῦ γυναῖκα ἐκβαλὼν ἑτέραν λάβοι ἢ παρὰ ἄλλου ἀπολελυμένην, ἀφοριζέσθω. μθ. Eἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος κατὰ τὴν τοῦ κυρίου διάταξιν μὴ εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα βαπτίσῃ, ἀλλὰ εἰς τρεῖς ἀνάρχους ἢ εἰς τρεῖς υἱοὺς ἢ εἰς τρεῖς παρακλήτους, καθαιρείσθω. ν. Eἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος μὴ τρία βαπτίσματα μιᾶς μυήσεως ἐπιτελέσῃ, ἀλλὰ ἓν βάπτισμα τὸ εἰς τὸν θάνατον τοῦ Κυρίου διδόμενον, καθαιρείσθω· οὐ γὰρ εἶπεν ὁ Κύριος ἡμῖν· «Eἰς τὸν θάνατόν μου βαπτίσατε», ἀλλά· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» ∆ιδασκέσθω μέντοι ὁ βαπτιζόμενος, ὅτι ὁ ἀγέννητος Θεὸς οὐκ ἐσταυρώθη οὔτε γέννησιν ἀνθρώπου ὑπέμεινεν, ἀβασίλευτος ὢν οὐδὲ ἄλλου θελήσει ἢ γνώμῃ ὑποχείριος· οὔτε δὲ ὁ παράκλητος ἄνθρωπος ἐγένετο καὶ οὕτως ἦλθεν εἰς τόνδε τὸν κόσμον ἀλλ' οὔτε τὸ πάθος ὑπέστη ὁ ἄσαρκος· οὐ γὰρ ἐσαρκώθη· ἐλυτρώσατο δὲ τὸν κόσμον τῆς ἐπικειμένης ὀργῆς μόνος ὁ μονογενὴς Υἱός· ἐνηνθρώ πησε γὰρ φιλανθρωπίᾳ, ἑαυτῷ σῶμα ἐκ παρθένου ἀναπλάσας -»Ἡ γὰρ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον»-ὡς δημιουργός· σταυρὸν δὲ ὑπέμεινεν ἑκὼν συγχωρήσει Πατρός, ἐξείλατο δὲ τὸν κόσμον τῆς ἐπικειμένης ὀργῆς ὡς ἀρχιερεύς. Βαπτιζόμεθα οὖν εἰς τὸ ὄνομα τοῦ Πατρός, οὐχ ὡς ἀνθρώπου γενομένου ἢ παθόντος, οὐχ ὡς ἀρχιερέως τινός, ἀλλ' ὡς αὐθέντου, εὐδοκήσαντος μὲν τῇ γεννήσει, συγχω ρήσαντος δὲ τὸ πάθος, προσδεξαμένου δὲ τὴν μεσιτείαν τοῦ ἀρχιερέως· εἰς δὲ τὸ ὄνομα τοῦ Υἱοῦ οὐχ ὡς αὐθέντου,