Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
οὐρανοῖς Πατέρα καὶ Θεὸν, κοινωνοὺς δὲ τῆς χάριτος ἀποτελοῦντες ἑτέρους. ∆ιεμέμνηντο γὰρ, κατὰ τὸ εἰκὸς, εἰς τοῦτο γνώμης αὐτοὺς ἀποφέροντος τοῦ Χριστοῦ, λέγοντος σαφῶς· ∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε. Γράφει τοίνυν ὁ θεσπέσιος Παῦλος, καὶ τὸ βαθὺ τῆς μετὰ σαρκὸς οἰκονομίας διατρανοῖ μυστήριον, ὡδί που λέγων· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιότητι σαρκὸς ἁμαρτίας, περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ 69.549 κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Γέγονε γὰρ ὑπὲρ ἡμῶν ἁμαρτία Χριστὸς, καθὼς γέγραπται, καὶ οὐ δήπου πάντως ἁμαρτίας ἔνοχος. Οὐ γὰρ ὧδε ληρεῖν εἰθίσμεθα, ἐπεὶ μὴ εἶδεν ὅλως τὸ πλημμελεῖν, Θεὸς ὢν φύσει, καὶ ἐκ Θεοῦ πεφηνὼς τοῦ Πατρὸς, ἐπειδὴ δὲ γέγονε θῦμα ὑπὲρ ἁμαρτίας. Τὸ γὰρ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ταύτῃτοί φαμεν γενέσθαι καὶ ἁμαρτίαν. Τέθυται γὰρ, ὡς ἔφην, ἴνα τῷ ἰδίῳ αἵματι κατακτήσηται τὴν ὑπ' οὐρανόν. Ἠγοράσμεθα γὰρ τιμῆς, κατὰ τὰς Γραφὰς, καὶ οὐκ ἐσμὲν ἑαυτῶν, ἀλλὰ τοῦ ὑπὲρ ἡμῶν γεγονότος ἁμαρτία, ἵνα τῶν ἀρχαίων ἡμᾶς ἀπαλλάξῃ πλημμελημάτων, καὶ ἁγίους ἀποφήνῃ διὰ μετοχῆς τῆς ἁγίας αὐτοῦ σαρκὸς, δῆλον δὲ ὅτι καὶ αἵματος. Τοῦτό τοι καὶ ὁ θεσπέσιος ἡμῖν προανεφώνει νόμος· γέγραπται γὰρ οὕτως ἐν τῷ Λευϊτικῷ· Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τῷ Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων· Οὗτος ὁ νόμος τῆς ἁμαρτίας. Ἐν τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώματα, σφάξουσι καὶ τὸ τῆς ἁμαρτίας ἔναντι Κυρίου. Ἅγια ἁγίων ἐστίν. Ἱερεὺς ὁ ἀναφέρων αὐτὴν, ἔδεται αὐτὴν, ἐν τόπῳ ἁγίῳ βρωθήσεται, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου. Πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς, ἁγιασθήσεται. Ἐν ᾧ ἂν ἐπιῤῥαντισθῇ ἀπὸ τοῦ αἵματος αὐτῆς ἐπὶ τὸ ἱμάτιον, ὃ ἂν ῥαντισθῇ ἐπ' αὐτὸ, πλυνθήσεται ἐν τόπῳ ἁγίῳ. Καὶ σκεῦος ὀστράκινον οὗ ἐὰν ἑψηθῇ ἐν αὐτῷ, συντριβήσεται· ἐὰν δὲ ἐν σκεύει χαλκῷ ἑψηθῇ, ἐκτρίψει αὐτὸ, καὶ πλύσει ὕδατι. Πᾶν ἄρσεν ἐν τοῖς ἱερεῦσι φάγεται αὐτά. Ἅγια ἁγίων ἐστὶ τῷ Κυρίῳ. Σύνες δὴ οὖν ὅσπερ καταθύεσθαι κελεύει τὴν ἁμαρτίαν, τουτέστι, τὸ ὑπὲρ ἁμαρτίας. Χίμαρος δὲ ἄρα τοῦτο ἦν εἰς τύπον Χριστοῦ, τοῦ δι' ἡμᾶς, ὡς ἔφην, γεγονότος ἁμαρτία. Λελόγισται γὰρ ἐν ἀνόμοις, καὶ συνεσταυρώθη λῃσταῖς, κεχρημάτικέ τε καὶ ἀρά. Γέγραπται γὰρ, ὅτι Κατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Ἀλλὰ καὶ καθῆκεν ἑαυτὸν ἐν τούτοις δι' ἡμᾶς οἰκονομικῶς· ἀλλ' ἦν τε καὶ ἔστιν ἅγιος, οὐ κατὰ μέθεξιν τὴν ὡς παρ' ἑτέρου καθάπερ ἡμεῖς, φυσικῶς δὲ μᾶλλον αὐτὸς ὡς Θεός. ∆ι' αὐτοῦ γὰρ πιστεύομεν τὴν κτίσιν ἁγιάζεσθαι, κἂν ἀγγέλους ὀνομάσῃς, κἂν τὸ ἔτι προὖχον ἐν δόξῃ, κἂν τὸ ὑπερκείμενόν τε καὶ ἀνωτέρω, Θρόνους τέ φημι καὶ Ἀρχὰς, κἂν αὐτά μοι λέγῃς τὰ Σεραφίμ· ἀλλ' οὐκ ἂν ἑτέρως ἁγιάζοιτο ταυτὶ, πλὴν ὅτι παρὰ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι. Οὐκοῦν κἂν γέγονεν ἁμαρτία, μεμένηκεν ὅπερ ἦν, τουτέστιν, ἅγιος κατὰ φύσιν ὡς Θεὸς, καὶ οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα, κατὰ τὴν Ἰωάννου φωνήν. Ὅτι δὲ καὶ ὁ τῆς σαρκὸς αὐτοῦ θάνατος ἐπ' ἀναιρέσει τῆς σαρκὸς γεγονὼς, ἅγιός τε καὶ ἀβέβηλος ἦν, καὶ ὡς ἐν τάξει θυμιαμάτων εὐπαράδεκτος τῷ Θεῷ καὶ Πατρὶ, διαμεμήνυκεν ἐναργῶς ὁ νόμος, εἰπών· Ἐν τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώματα, σφάξουσι καὶ τὸ περὶ ἁμαρτίας ἔναντι Κυρίου. Ὁλοκαύτωσις ὁ Χριστὸς, τουτέστιν ὅλος ἐξ ὅλου, καὶ οὐ μερικῶς, εἰς ὀσμὴν εὐωδίας ἀνακείμενος τῷ Θεῷ 69.552 καὶ Πατρί. Ταύτῃτοι καὶ ἀληθῶς Ἅγιος ἁγίων ἐστίν. Ἡγιάσμεθα γὰρ ἐν αὐτῷ, καὶ αὐτὸς ἡμῶν ἡ πᾶσα δικαίωσις, μᾶλλον δὲ καὶ αὐτῶν τῶν ἄνω πνευμάτων ἁγιασμὸς, καθάπερ ἔφην ἀρτίως. Πλὴν, Ὁ ἰερεὺς, φησὶν, ὁ ἀναφέρων αὐτὴν, ἔδεται αὐτήν. Ἄθρει δὴ νῦν πάλιν ὅτι πρὸς πᾶν ὁτιοῦν τῶν πρακτέων, ἱεροῖς καὶ θείοις ἡ Ἐκκλησία διοικεῖται θεσμοῖς. Τοῦ γὰρ προσάγοντος τὴν θυσίαν, τὰ ἐξ αὐτῆς γίνεται. Οἶδε ὅ φημι, πᾶς ὁστισοῦν τοῖς τῆς Ἐκκλησίας ἐντεθραμμένος νόμοις. Ὅτι δὲ τόπος ταῖς θείαις ἱερουργίαις ὁ μάλιστα πρέπων, ἡ Ἐκκλησία τοῦ Θεοῦ, καὶ ἐν αὐτῇ ἀναγκαίως τὸ Χριστοῦ τελεῖται μυστήριον, ἐνδείξειεν ἂν οὐκ ἀσυμφανῶς,