1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

196

ΚΟΣΜΟΥ ΕΤΗ ΕΨ ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΑ Τῆς θείας σαρκώσεως ἔτη σαʹ Ῥωμαίων ιηʹ ἐβασίλευσεν Ἀντωνῖνος ὁ ἐπικληθεὶς Καράκαλλος, υἱὸς ὢν Σευήρου, ἔτη ζʹ σὺν ἀδελφῷ Γέτᾳ, ὃν καὶ ἀνεῖλε, φονικώτερος γεγο νὼς Κομόδου καὶ πολλοὺς ἀνελὼν ἀδίκως. Οὗτος ἐλθὼν εἰς Ἀλεξάνδρειαν τὸ ταύτης ἐπίσημον σὺν πολλῷ πλήθει διέφθειρε διὰ στάσιν δημοτικήν, ἀκόρεστος ὢν αἱμάτων καὶ μηδέν ποτε πράξας ἀξιόλογον. Ὁ δ' αὐτὸς Ἀρταβάνῃ τῷ Περσῶν βασιλεῖ πολεμεῖν δοκιμάσας ἀναι ρεῖται δόλῳ πρὸς Καρίαις καὶ Ἐδέσσῃ. πόλεις δ' αὗται τῆς Ὀσροϊνῆς. Μακρῖνος δὲ τούτου παῖς συνὼν αὐτῷ διεδέξατο τὴν ἀρχήν, ἔτος αʹ ἄρξας καὶ μῆνας ςʹ, ὥς τινες, χρηστὸς καὶ περὶ πάντα σπουδαῖος φανείς, μάλιστα δὲ τὰ στρατιωτικά, τό τε ὑπήκοον φυλάξας ἀνεπηρέαστον. οὗ χάριν τινὲς τῶν τῆς ἑῴας στρατιωτῶν ἐπιβουλεύσαντες αὐτῷ. Ἀντωνῖνον Αὐρήλιον ἀνηγόρευσαν βασιλέα Ἐδεσσηνόν. τούτῳ πολεμῆσαι πειραθεὶς ὁ Μακρῖνος ἐλαττοῦται, καὶ φεύγων περὶ τὸ Βυζάντιον ὡς αἰχμάλωτος περιενεχθεὶς διεφθάρη. Ῥωμαίων ιηʹ ἐβασίλευσε Μακρῖνος ἔτος αʹ, ὡς δὲ ἄλλοι λέγουσι, καὶ μῆνας ςʹ. ἐσφάγη δὲ ἐν Ἀρχελαΐδι.

437 ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΙ Κιρκισίοις Ἡφαιστίοις ἐκάη τὸ ἀμφιθέατρον ἐν Ῥώμῃ.

Ῥωμαίων ιεʹ ἐπίσκοπος Ζεφυρῖνος ἔτη ιθʹ. Ἀντιοχείας ηʹ ἐπίσκοπος Σεραπίων ἔτη κεʹ. Ἀντιοχείας θʹ ἐπίσκοπος Ἀσκληπιάδης ἔτη θʹ. Ἀλεξανδρείας ιβʹ ἐπίσκοπος ∆ημήτριος ἔτη μγʹ. Ἱεροσολύμων λβʹ ἐπίσκοπος ∆ῖος ἔτη ηʹ. Ἱεροσολύμων λγʹ ἐπίσκοπος Γερμανίων ἔτη δʹ.

ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΙ Τῆς θείας σαρκώσεως ἔτη σιʹ Ῥωμαίων ιθʹ ἐβασίλευσεν

Ἀντωνῖνος Αὐρήλιος ἔτη δʹ. Ἀντωνῖνος Αὐρήλιος Ἐδεσσηνὸς μετὰ Μακρῖνον ἐβασίλευσεν ἔτη δʹ, ἀνὴρ θηλυδρίας ὅλος, ἐπὶ τὸ γυναικεῖον ἦθος τετραμμένος, κοσμούμενος καὶ ἐργαζόμενος τὰ γυναικῶν, φονικώτατος σφόδρα· διὸ καὶ ὑπὸ στρατιω τῶν ἀκοντισθεὶς ἀνῃρέθη κακῶς σὺν τῇ μητρί. μεθ' ὃν βασιλεύει Ἀλέξαν δρος ὁ Μαμμαίας υἱὸς ἀδελφιδοῦς αὐτοῦ, ἐν Ἀρκαῖς γῆς παράλου τεχθεὶς Φοινίκης, ὑπαγόμενος Οὐλπιανοῦ τοῦ νομοθέτου τῇ γνώμῃ, σφόδρα τῆς στρατιωτικῆς εὐταξίας ἀντεχομένου. διὸ καὶ ἀνῃρέθη τοῦ βασιλέως ὁρῶν τος ὑπὸ στρατιωτῶν. Οὐράνιος δέ τις ἐν Ἐδέσσῃ τῆς Ὀσροϊνῆς αὐτοκράτωρ ἀναγορευθεὶς καὶ κατὰ Ἀλεξάνδρου τυραννήσας διαφθείρεται ὑπ' αὐτοῦ, ἡνίκα καὶ Πέρσας καταδραμόντας Καππαδοκίαν καὶ Νίσιβιν πολιορκοῦν τας Ἀλέξανδρος ἐξώθησεν. ἀλλ' εἰς Ῥώμην ἐπανελθὼν ἀναιρεῖται σὺν τῇ μητρὶ Μαμμαίᾳ ὑπὸ στρατιωτικοῦ θορύβου. Μάξιμος δέ τις Μυσὸς τὸ γένος στρατηγὸς Κελτικῆς ὑπὸ τῶν στρατευμάτων βασιλεὺς Ῥωμαίων ἀνηγορεύθη, κρατήσας τῆς βασιλείας Ῥωμαίων ἔτη γʹ. 438 Ῥωμαίων ιςʹ ἐπίσκοπος Κάλλιστος ἔτη ηʹ. Ἀντιοχείας θʹ ἐπίσκοπος Ἀσκληπιάδης ἔτη θʹ. Ἱεροσολύμων λδʹ ἐπίσκοπος Γορδιανὸς ἔτη εʹ.

ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΙΕ Τῆς θείας σαρκώσεως ἔτη σιεʹ Ῥωμαίων κʹ ἐβασίλευσεν

Ἀλέξανδρος ὁ Μαμμαίας υἱὸς ἔτη ιγʹ. Ἱππόλυτος ἱερὸς φιλόσοφος ἐπίσκοπος Πόρτου κατὰ τὴν Ῥώμην σφόδρα διαπρεπῶς ἤνθει ἐν τῇ κατὰ Χριστὸν φιλοσοφίᾳ, πλεῖστα ψυχωφελῆ συν τάττων ὑπομνήματα. εἴς τε γὰρ τὴν ἑξαήμερον καὶ εἰς τὰ μετὰ τὴν ἑξαήμε ρον, εἰς πολλά τε τῶν προφητῶν, μάλιστα Ἰεζεκιὴλ καὶ ∆ανιὴλ τῶν με γάλων, ἔτι μὴν εἰς τὰ ᾄσματα καὶ εἰς ἄλλας παντοίας παλαιὰς καὶ νέας γραφάς, ἐν οἷς καὶ εἰς τὴν ἐν Πάτμῳ τοῦ θεολόγου ἀποκάλυψιν πρὸς Μαρκίωνα καὶ τὰς λοιπὰς αἱρέσεις, καὶ τὸν ἑξκαιδεκαετηρικὸν τοῦ πάσχα κανόνα ἐξέθετο περιγράψας εἰς τὸ αʹ ἔτος Ἀλεξάνδρου τοῦ Μαμμαίας τούτου, καὶ συντόμως φάναι θεοφράδης ποταμὸς τῇ ἐκκλησίᾳ ζώντων ναμάτων γέγονε, τὸν μαρτυρικὸν περιθέμενος στέφανον πρὸς τῷ