196
οὐ τῶν εἰς αὐτοὺς ἕνεκα λοιδοριῶν, ἀλλὰ τῆς τῶν δογμάτων ἀμυνόμενοι διαστροφῆς· ὧν καλῶς καὶ ὡς προσῆκεν ἀποδεδειγμένων εἰ καὶ σὺ πεισθείης, οὐδὲν οὐδ' 1.554 αὐτοὶ ζητήσουσι περαιτέρω, ἀλλ' ἀξίαν ἀμοιβὴν τῶν πολλῶν πόνων καὶ κινδύνων νομιοῦσιν ἔχειν τὴν διόρθωσιν τὴν σήν. Βαρλαὰμ δὲ καὶ αὐτῷ μὲν ἔφασκεν ἀρίστην φαίνεσθαι ταύτην τὴν βουλὴν, δεδοικέναι δὲ μὴ οὐκ ἐξαρκέσουσιν οἱ λόγοι πρὸς τὸ τῶν κινδύνων ἐξαρπάσαι, ἀλλὰ καὶ μετὰ τὴν ὁμολογίαν ἀτιμία τις αὐτοῦ καταψηφισθῇ, οἷα δὴ κατὰ τῶν ὀρθῶν δογμάτων ἐξενηνεγμένου. καὶ τότε ἄτιμον εἶναι συμβήσεται αὐτῷ καὶ μηδ' ἀπολογίαν τινὰ ὕστερον ἔχειν ὡς οὐ δικαίως τοιαῦτα πάθοι, οἷα δὴ καὶ αὐτὸν κατεψηφισμένον ἑαυτοῦ· ὡς εἴγε τοιαῦτα πείσεσθαι μέλλοι, βέλτιον σιωπῇ τὴν δίκην ἐνεγκεῖν, ὥστε καὶ εἰσαῦθις ἠδικῆσθαι λέγειν δύνασθαι καὶ τὴν δίκην ἀνακαλεῖσθαι. ὁ μέγας δὲ δομέστικος παρεθάῤῥυνέ τε καὶ μὴ τοιαῦτα παρῄνει δεδοικέναι, ὡς αὐτοῦ παρόντος, οὐδενὸς γενησομένου τοῦ λυπεῖν αὐτὸν δυνησομένου. ᾧ καὶ πειθόμενος ὁ Βαρλαὰμ, παρελθὼν εἰς μέσους, τήν τε προτέραν ἄγνοιαν ὡμολόγει καὶ συγγνώμην ἐπὶ τοῖς εἰρημένοις ᾐτεῖτο, ὡς οὐ φιλονεικίας ἕνεκα λέγων οὐδὲ τοῦ μὴ πείθεσθαι τοῖς ὑπὸ τῶν θεολόγων εἰρημένοις περὶ θεοῦ εἰς τοὺς τοιούτους τῶν λόγων ἐξενηνέχθαι, ἀλλ' ὑπ' ἀγνοίας οἰόμενος τοὺς ἄλλους ἁμαρτάνειν, ἕνεκα τοῦ διορθώσασθαι πᾶσαν εἰσῆγον σπουδὴν καὶ προθυμίαν. νυνὶ δὲ ἤδη πεπεισμένος ἀκριβῶς, ὡς αὐτοὶ βέλτιον ἐφρόνουν περὶ ὧν ἠμφισβητοῦμεν, περί τε τῶν ἄλλων οὐδενὸς διαφέρομαι πρὸς αὐτοὺς, καὶ 1.555 τὸ ἐν Θαβωρίῳ τοὺς μαθητὰς περιλάμψαν φῶς ἀΐδιον καὶ πεπίστευκα καὶ εἶναι ὁμολογῶ. Ἐπὶ τούτοις καὶ Γρηγόριος ὁ Παλαμᾶς καὶ ὅσοι σὺν αὐτῷ ἦσαν ἀναστάντες, περιέβαλλόν τε Βαρλαὰμ καὶ συγγνώμην ἐπὶ τοῖς προτέροις ἄσμενοι παρεῖχον· ἐπῄνουν τε τῆς καλῆς μεταβολῆς καὶ τῷ θεῷ τῆς ὁμονοίας ὡμολόγουν χάριτας, φάσκοντες, οὐδ' αὐτοὶ γηΐνων ἕνεκα καὶ φθειρομένων πραγμάτων τοσοῦτον ἐνστήσασθαι ἀγῶνα, ἀλλ' ἵνα μὴ, εἰς πλείους διανεμηθέντος τοῦ κακοῦ, ἢ διεφθαρμένων δογμάτων ἀνάπλεως γένηται ἡ ἐκκλησία, ἢ διαστασιάσῃ πρὸς ἑαυτὴν, τῶν μὲν τούτοις, τῶν δὲ ἐκείνοις προστιθεμένων, καὶ διὰ τοῦτο καὶ τοῦ μετρίου πέρα ὀφθῆναι φιλονείκους, ἅτε δὴ ἐν μὲν τοῖς ἄλλοις ἅπασι πρᾴους εἶναι δεδιδαγμένους καὶ ταπεινούς· ἐν οἷς δὲ θεός ἐστι τὸ κινδυνευόμενον, ὀξεῖς εἶναι καὶ ἀπαραιτήτους, καὶ μήτε πρὸς τὴν ἀδοξίαν δυσχεραίνειν, μήτε πρὸς τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον μαλακίζεσθαι. ἐπεὶ δὲ ὁ τῆς εἰρήνης καὶ τῆς ὁμονοίας θεὸς εἰς ἓν συνῆψε τὰ διεστῶτα, αὐτοί τε προθύμως ἀποστήσονται φιλονεικίας, καὶ αὐτῷ πολλὴν εἰδήσουσι τὴν χάριν, μάλιστα αἰτιωτάτῳ τῆς εἰρήνης νυνὶ γεγενημένῳ. Ἐπὶ τούτοις καὶ βασιλεύς τε καὶ πατριάρχης ὅσα ἔδει διαλεχθέντες περὶ εἰρήνης πρὸς ἑκατέρους, διελύσαντο τὴν σύνοδον. Βαρλαὰμ δὲ ὀλίγας Βυζαντίῳ ἐνδιατρίψας ἡμέρας, ἐπεὶ καὶ ὁ βασιλεὺς ἐτελεύτησε μετὰ μικρὸν, καὶ τὰς περὶ τὰ δόγματα ἀμφισβητήσεις οὐδὲν ἧττον ἐχόμενος ἢ πρότερον, τῆς δίκης ὡς ἐκδεδιῃτημένης 1.556 πολλὰ καταβοῶν, ἀποδρὰς ᾤχετο πρὸς Ἰταλίαν, καὶ συμφρονήσας Λατίνοις ὥσπερ καὶ πρότερον, ἐπίσκοπος ὑπ' αὐτῶν Ἱέρακος ἀνεδείχθη. καὶ οὐ πολλῷ ὕστερον Γρηγόριός τις ἕτερος μοναχὸς Ἀκίνδυνος ἐπικεκλημένος, ὁμιλητὴς Βαρλαὰμ κατὰ τὴν ἔξω σοφίαν γεγενημένος καὶ πολὺν αὐτῷ φοιτήσας χρόνον, τῶν ἐκείνου διαφορῶν ὧν διηνέχθη πρὸς Παλαμᾶν ἀντεποιήθη· συνέβαινε δέ τι γελοῖον περὶ αὐτόν. Βαρλαὰμ μὲν γὰρ ἀπεσείετο τῷ λόγῳ, κἄν τις πρὸς αὐτὸν ὡς τὰ ἐκείνου φρονοίη λέγοι, τὴν κοινωνίαν τε ἀπεωθεῖτο καὶ κατηγόρει Βαρλαὰμ ὡς κακῶς φρονοῦντος καὶ ἀπεναντίως τοῖς ἁγίοις· τῇ δ' ἀληθείᾳ κατάκρας ἐκείνῳ ἠκολούθει καὶ οὐδὲν ἢ μικρὸν ἢ μεῖζον διεφέρετο. αὖθις δὲ στάσεως κατὰ τὴν ἐκκλησίαν ἀναφυομένης, ἐν δεινῷ τιθέμενος ὁ πατριάρχης, εἰ διὰ τήν τινων φιλονεικίαν νοσοίη καὶ ταράττοιτο τὰ τῆς ἐκκλησίας, σύνοδον καὶ αὖθις δευτέραν συναθροίζει κατὰ τὸν αὐτὸν τῆς θεοῦ Σοφίας νεὼν, συνεδριάζοντος αὐτῷ καὶ μεγάλου