196
ἐπέχων ἐπένευε· καὶ τὸν στρατηγὸν τῷ πλήθει διαλεξόμενον εστειλεν, ὡς οὐ νῦν τούτων καιρός, ἀλλ' οταν αὐτῷ ἡ ἀρχὴ βεβαιωθῇ ἐπινεύσει τοῦ Καίσαρος. οἱ δὲ βοῶντες καὶ θορυβοῦντες οὐκ ειων λέγειν τὸν στρατηγόν, οὐδέ του αλλου ἠνείχοντο ἐπὶ σωφρονισμῷ καὶ ἀποτροπῇ τῶν στάσεων ὡρμημένου λέγειν αὐτοῖς. αρτι δὲ τῆς τῶν ἀζύμων ἑορτῆς ἐνεστηκυίας, καὶ πλήθους πάντοθεν συρρεύσαντος εἰς τὸ ἱερόν, ἐπὶ μέγα τὴν στά2.2 σιν ἐξᾶραι προεθυμοῦντο. ο δείσας ̓Αρχέλαος χιλίαρχον μετὰ σπείρας ἐξέπεμψε τὴν ὁρμὴν καταστελοῦντα τοῦ δήμου τοῦ στασιάζοντος. καὶ οἱ στασιασταὶ παραχρῆμα ἐπὶ τοὺς στρατιώτας ὡρμήκασι καὶ κατέλευσαν τοὺς πλείστους αὐτῶν, ὀλίγοι δέ τινες καὶ ὁ χιλίαρχος τραυματίαι διέφυγον. ̓Αρχέλαος δὲ συνιδὼν ὡς εἰ μὴ τὸ τῆς πληθύος ορμημα κωλυθῇ, εἰς μέγα κακὸν τὰ τῆς στάσεως ἀποβήσεται, ἐκπέμπει πᾶν τὸ στρατόπεδον· καὶ εἰς μὲν τρισχιλίους ἀνῃρέθησαν, οἱ δέ γε λοιποὶ ἐπὶ τὰ ορη διεσκεδάσθησαν. καὶ κήρυγμα γέγονε πάντας ἀναχωρεῖν ἐπὶ τὰ οἰκεῖα· οἱ δὲ τὴν ἑορτὴν λιπόντες ἀπῄεσαν. ̓Αρχέλαος δὲ ἐπὶ ̔Ρώμην ἐξέπλει σὺν τῇ μητρί, Φιλίππῳ τῷ ἀδελφῷ πιστεύσας τὰ πράγματα· συνεξῄει δὲ αὐτῷ καὶ Σαλώμη ἡ ἀδελφὴ ̔Ηρώδου. καὶ ̓Αντίπας δὲ ὁ ̔Ηρώδου υἱὸς ἑτέρωθεν ἐπὶ ̔Ρώμην ωρμητο, καὶ αὐτὸς τῆς βασιλείας ἀντιληψόμενος, ὡς ἐν προτέραις διαθήκαις καταγεγραμμένης αὐτῷ· ἐπτέρου δὲ τοῦτον πρὸς τὰς ἐλπίδας Σαλώμη. ἐπεὶ δὲ εἰς ̔Ρώμην ἀφίκοντο καὶ παρέστησαν Καίσαρι, οἱ μὲν ὑπὲρ ̓Αρχελάου τοὺς λόγους πεποίηντο, οἱ δὲ ὑπὲρ ̓Αντίπα, τοῦ ̓Αρχελάου κατηγοροῦντες. Καῖσαρ δὲ μᾶλλον ὑπὲρ ̓Αρχελάου ῥοπὴν ἐδείκνυ. ̓Εν τούτοις δὲ ἀγγέλλεται Καίσαρι τὸ τῶν ̓Ιουδαίων εθνος στασιάσαν καὶ τοὺς ἐκεῖ ̔Ρωμαίους πολιορκοῦν. κατὰ γὰρ τὴν τῆς πεντηκοστῆς ἑορτὴν μυριάδων πολλῶν συναθροισθεισῶν πανταχόθεν, ὑπ' αὐτῶν οἱ ̔Ρωμαῖοι συγκατεκλείσθησαν καὶ αὐτὸς Σαβῖνος· στρατηγὸς δὲ ην ουτος ̔Ρωμαίων. καὶ μάχη ην καρτερά, καὶ οἱ ̔Ρωμαῖοι ἐκράτουν. περιοδεύσαντες ουν οἱ ̓Ιουδαῖοι ἐπὶ τὰς στοὰς ἀνῆλθον τὰς εξω τοῦ ἱεροῦ, κἀντεύθεν ἐξ ὑπερδεξίων βάλλοντες με2.3 γάλα εβλαπτον τοὺς ̔Ρωμαίους. οἱ δὲ πῦρ ταῖς στοαῖς ἐνιᾶσι καὶ τοῦτο ὑπέτρεφον υλαις ἐγείρειν φλόγα πεφυκυίαις· καὶ ταχὺ ηπτετο τοῦ ὀρόφου, καὶ οἱ ἐπὶ τῶν στοῶν οἱ μὲν τῷ ὀρόφῳ καταρρηγνυμένῳ συγκατεφέροντο, τοὺς δὲ περισταδὸν εβαλλον οἱ πολέμιοι, οἱ δὲ εἰς τὸ πῦρ ἐνίεσαν ἑαυτούς, οἱ δὲ τοῖς ἑαυτῶν ἐκτείνοντο ξίφεσιν, ἐσώθη τε τῶν ἐν ταῖς στοαῖς ἀνελθόντων οὐδ' ὁστισοῦν. καὶ οἱ ̔Ρωμαῖοι ἐκράτουν τοῦ ἱεροῦ θησαυροῦ, καὶ πολλὰ μὲν ὑπὸ τῶν στρατιωτῶν διήρπαστο, Σαβῖνος δὲ εἰς τὸ φανερὸν τετρακόσια περιέσωσε τάλαντα. οι γε μὴν περιλελειμμένοι τῶν μαχομένων τὸ βασίλειον περισχόντες πῦρ αὐτῷ ἐμβαλεῖν ἠπείλουν καὶ απαντας κτεῖναι, εἰ δ' ἀπίοιεν, αδειαν τοῖς ̔Ρωμαίοις ἐπηγγέλλοντο καὶ Σαβίνῳ· καὶ πολλοὶ τῶν βασιλικῶν πρὸς αὐτοὺς ηὐτομόλησαν. ̔Ροῦφος δὲ καὶ Γράτος, τρισχιλίους τοῦ ̔Ηρώδου στρατεύματος εχοντες ανδρας ἐρρωμένους τοῖς σώμασι, ̔Ρωμαίοις προστίθενται. ̓Ιουδαῖοι δὲ οὐ μεθίεντο τῆς πολιορκίας, καὶ ὁ Σαβῖνος ἐκαρτέρει πολιορκούμενος. ̓Επὶ τούτοις καὶ ετεροι θόρυβοι τὴν ̓Ιουδαίαν κατέλαβον. ̓Ιούδας γὰρ ̓Εζεκίου τοῦ ἀρχιλῃστοῦ υἱὸς τοῦ ὑφ' ̔Ηρώδου μεγάλοις ληφθέντος πόνοις, συστησάμενος πλῆθος τῷ περὶ Σέπφωριν τῆς Γαλιλαίας ἐπέδραμε βασιλείῳ, καὶ τῶν ἐκεῖ κρατήσας οπλων ωπλισε τοὺς περὶ αὐτόν, φοβερός τε απασιν ην. ἀλλὰ καὶ Σίμων, δοῦλος μὲν ̔Ηρώδου τοῦ βασιλέως, ἀνὴρ δ' εὐπρεπὴς καὶ μεγέθει καὶ ῥώμῃ σώματος προύχων, ἀρθεὶς τῇ ταραχῇ τῶν πραγμάτων ἐτόλμησε περιθέσθαι διάδημα. καὶ πλήθους συστάντος περὶ αὐτόν, βασιλεὺς καὶ αὐτὸς ἀναρρηθεὶς τὸ ἐν ̔Ιεριχοῦντι βασίλειον πίμπρησι, καὶ αλλους δὲ τῶν 2.4 βασιλικῶν οικων, διαρπάσας τὰ ἐν αὐτοῖς. ἀλλὰ τούτῳ Γράτος μάχην συνάψας τό τε πολὺ τοῦ μετ' αὐτοῦ πλήθους διέφθειρε καὶ αὐτοῦ τοῦ Σίμωνος τὴν κεφαλὴν κρατήσας ἀπέτεμε. καὶ αλλοι δὲ στασιασταὶ κατὰ τὸν καιρὸν ἐκεῖνον ἐγένοντο, κακοῦντες καὶ ̔Ρωμαίους καὶ τοὺς βασιλικούς. Ουαρος δ' ἐν Συρίᾳ μαθὼν τὰ κατὰ