196
υδατι, τὸ υδωρ μετοχετεύουσιν. ̓Επιγαυρωθείσ. ἀνδρωθεὶς, θρασυνθείς. Ξενοφῶν· καὶ ἐπιγαυρωθεὶς τῇ ἐντολῇ τοῦ Κύρου, ἐπορεύετο. ̓Επιγλωττήσομαι. φλυαρήσω, βλασφημήσω. περὶ τῶν ̓Αθηναίων οὐκ ἐπιγλωττήσομαι. ̓Επιγραφομένῳ. ἰδιοποιουμένῳ, οἰκειουμένῳ. εἰ καὶ δόξαν εμελλε φέρειν, τὰ ὑπ' ἀλλήλων εὑρημένα ἐπιγραφομένῳ. ̓Επιγράφων. βεβαιῶν, διϊσχυριζόμενος. ὁ δὲ Ψευδοφίλιππος ἐπέγραφεν ἑαυτὸν Φίλιππον τὸν Μακεδόνα. Ἐπιδαψιλευσάμενοσ. πολυτελῶς διαπραξάμενος. ̔Ηρόδοτος· τάς τε μητέρας καὶ ἀδελφὰς ἐπιδαψιλευσάμεθα ὑμῖν. ̓Επὶ δ ἐγδούπησεν. ἐπεκτύπησεν. παρέλκον τὸ γ, καὶ ἐν τῷ ἐρίγδουπος ὁμοίως. δοῦπος γὰρ κτύπος. epsilon.837 ̓Επίδειξον. ἀντὶ τοῦ εἰπέ. ̓Αριστοφάνης· εχεις τινὰ γνώμην, ἐπίδειξον αὐτήν. καὶ ἀντὶ τοῦ φανέρωσον. ̓Επιδεικτιῶν. κενοδοξῶν. ̓Επιδειπνεῖν. τὸ ἐκ δευτέρου δειπνεῖν. ιν' ἐπιδειπνῇς, κόνισαι ἰσχυρῶς. ̓Επιδιατίθεσθαι. τὸ συνθήκας τινὰς ποιεῖσθαι, κατατιθεμένους ῥητόν τι ἀργύριον παρά τινι τῶν μεταξὺ γινομένων, οπερ ἐγγυᾶται, ωστε εἰ πρᾶξις γίνοιτο θατέρῳ πάντως τὸ ὡμολογημένον ἀργύριον ἀποδοῦναι. ̓Επιδικάζεται. ἀντιποιεῖται. ̓Επίδοσαν. ἀντὶ τοῦ ειδον. ̓Επιθαυμάζειν. ἀντὶ τοῦ δώροις τιμᾷν. δεῖ γὰρ ἐπιθαυμάζειν τὶ τὸν διδάσκαλον. ̓Επιθέντεσ. ἀποστείλαντες. οἱ δὲ ἀποπέμπουσι τὸν ἰατρὸν ἐπιθέντες γράμματα πρὸς τὸν τελώνην. ̓Επιθεραπεύων. διορθούμενος, προμηθούμενος. ὁ δὲ ̓Αλκιβιάδης ἐπιθεραπεύων τὴν ἑαυτοῦ κάθοδον εἰς τὴν πατρίδα, εἰδὼς, εἰ μὴ διαφθερεῖ αὐτὴν, οτι εσται ποτὲ αὐτῷ. epsilon.838 ̓Επιθυμῶν. προαιρετικῶς εχων. τοὺς δὲ ηγεν ζῶντας, ἐπιθυμῶν Λακεδαιμονίοις ἀγαγεῖν. ̓Επιθύνων. ἐπανορθούμενος. ἀπὸ τοῦ ἰθύνω. ̓Επιθρέξαντοσ. ἐπιδραμόντος. ̓Επιθολοῖ. ἐκταράττει, ἐπισκοτεῖ. ̓Επικάθηται. ἐπικρέμαται. ινα μηδεὶς φόβος ἐπικάθηται τοῖς Ταραντίνοις. ̓Επικαθέζεσθαι. τὸ βαροῦν λέγομεν. καὶ ἐπικαθέζηται. ἀπὸ μεταφορᾶς τῶν ζυγῶν. ̓Επικαλέσασ. μεμψάμενος. ̓Επικαλουμένων. κατηγορουμένων. ̓Επικαλῶν. ἀντὶ τοῦ κατηγορῶν· ἐγκαλῶν. ἀνεῖλε δὲ τοὺς ανδρας, αλλο μὲν οὐδὲν ἐπικαλῶν, πλὴν οτι σοφώ τε καὶ ἀρίστω τὼ ανδρε γενέσθην. ̓Επικέκληται. ἐπικαλεῖται. † ̓Επικηρυκεύεται. διὰ κήρυκος συνθήκας τινὰς η πρεσβείας ποιεῖται.† ̓Επικαγχάζειν. ἀκόσμως γελᾷν. ̓Επικερτομῶ. ὑβρίζω, ἐπισκώπτω. ἡ γὰρ υβρις τὸ κέαρ καὶ τὴν ψυχὴν τέμνει καὶ κόπτει. κέαρ γὰρ καὶ κὴρ ἡ ψυχή. epsilon.839 ̓Επικειμένου. φαινομένου. ὁ δὲ ῃτει τιμὴν τοὺς κεκτημένους τοῦ ἐπικειμένου καρποῦ. ̓Επικλαύσωσιν. ἐπ' οικτον ἀγάγωσιν. ̓Επικλύσασα. ἐπιδαψιλεύσασα. καταβαλοῦσα. ἡ ουν Κλεοπάτρα πολλῷ χρυσῷ ἐπικλύσασα τὸ αγαλμα τοῦ ∆ιὸς πρίασθαι. ̓Επικνῶ. ἀντὶ τοῦ ἐπίβαλε. ̓Αριστοφάνης· ἀλλ' ἐπικνῶ τὸ σίλφιον. ̓Επικωμᾶσαι. ὀρχεῖσθαι, η λαλῆσαι αἰσχρῶς. πολλαὶ ταῖς ἐκκλησίαις ἐπεκώμασαν ταραχαί. ̓Επικράναι. τῇ κεφαλῇ κατανεῦσαι. καὶ ἀντὶ τοῦ τελειῶσαι. ̓Επικρεμάσασ. ἐπενεγκών. οις δ' αμα ἀναταθεὶς καὶ τὸν ἐξ αὐτοῦ φόβον ἐπικρεμάσας. ̓Επικυκλῆσαι. ἐπεισαγαγεῖν. ̓Επιλαμβάνεσθαι. μέμφεσθαι. μὴ ὀνειδιστικῶς ἐπιλαμβάνεσθαι τῶν βάρβαρον η σόλοικον η ἀπηχές τι προσενεγκαμένων. ̓Επιλέγει. πρὸς τοῖς προειρημένοις φησίν. ̓Επιλεξάμενοσ. ἀντὶ τοῦ ἀναμετρήσας, ἀναλογισάμενος. ὁ δὲ ̔Ηρακλῆς τὸν ἀριθμὸν τῶν βοῶν ἐπιλεξάμενος. epsilon.840 ̓Επιλλίζω. τὸ διανεύω. οὐκ ἀΐεις, ως μοι ἐπιλλίζουσιν ̓Αχαιοί. ἀπὸ τοῦ τοὺς ὀφθαλμοὺς ἐπιλλεῖν διανεύοντας. ἐξ ου καὶ ἰλλάδες οἱ συνεστραμμένοι ἱμάντες. καὶ ἐπιλλίζουσα ἀντὶ τοῦ ἐπεγγελῶσα η ἐπιμύουσα τοὺς ὀφθαλμούς· οπερ ιδιον ἐστὶ τῶν γλαυκῶν διὰ τὸ μὴ ἐπιβλέπειν δι' ἡμέρας. ̓Επιλυομένου. συγχωροῦντος. ̓Επιμαχεῖν. δυνάμενος πολεμεῖν, η βοηθεῖν. ̓Επιμελόμενος καὶ ἐπιμελούμενοσ. φροντίδος καὶ σπουδῆς ἀξιῶν. ̓Επιμετρούσησ. ἐπιχορηγούσης. ὡς ἐπιμετρούσης καὶ συναγωνιζομένης τοῖς γεγονόσι τῆς τύχης. ̓Επινενασμέναι. πεπληρωμέναι. ̓Αριστοφάνης· ὡς αἱ τράπεζαί γ' εἰσὶν ἐπινενασμέναι ἀγαθῶν πάντων καὶ παρασκευασμέναι. ̓Επινενησμένον. κεκλωσμένον. καὶ ἐπινησθεῖσαν διαλύσω. ̓Επινήσαντεσ. σωρεύσαντες. φρύγανα πρὸ τοῦ τείχους