15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
πεπερασμένον διαφερόντως ἐδόξασαν, πῶς πάντῃ ληπτὸν τὸ ἄπειρον τοῦ θεοῦ; ἆρα γὰρ οὐχὶ πρὸς τοῦτο ταῖς νενομισμέναις ἐφόδοις χρησαίμεθα πρὸς κατάληψιν καὶ τὸ μὴ ὁμολογούμενον ταῖς κοιναῖς καὶ πρώταις ἐν νοίαις συνάψαντες συμπερανοῦμεν διὰ προτάσεων; πῶς οὖν πάντῃ ληπτὸν τὸ ἄπειρον τοῦ θεοῦ, ὁπότε συλλογιστικῶς εἴληπται; εἰ δὲ τοῦ συλλογί ζεσθαι ὀλίγοι τυγχάνουσι μέτοχοι, τοῖς δὲ πλείστοις προσμαρτυρεῖται τὸ ἀσυλλόγιστον, οἷς μὲν ὁ συλλογισμός, ἐκείνοις τὸ ἄπειρον κατείληπται τοῦ θεοῦ, οἱ δὲ μὴ συλλογιζόμενοι πῶς ἂν καταλαβεῖν λέγοιντο; ἀλλὰ σοφισματώδης πᾶσα ἡ ἀπορία· οὐ γὰρ ὅπως ἄπειρον τῷ θεολόγῳ παρ είληπται, ἀλλ' ὅτι ταῖς κοιναῖς ἐννοίαις ἀπειροδύναμον τὸν θεὸν ἐχούσαις πάντῃ καταληπτὸν αὐταῖς προσμαρτυρεῖται τὸ ἄπειρον· ὁπότε γὰρ μήτε τις τῶν θείων δυνάμεων ὅλον ὅσον ἐστὶ τὸ θεῖον κεχώρηκε, μήτε φύσις ἑτέρα, οὐ κοινῶς πᾶσι συγκεχώρηται ὅτι μηδὲν ἄλλο τοῦ θείου κατειλή φασιν ἢ ὅτι μηδενὶ πεπεράτωται; Ἔχετε οὖν, ὦ παῖδες, τὴν τῶν ἀμφιβαλλομένων ἐπίλυσιν. καὶ οἶδα μὲν ὅτι πρὸς τὸ ἐφεξῆς τοῦ λόγου σφαδᾴζοντες, ὥσπερ ἵπποι δυσήνιοι ὅλῳ ποδὶ πρὸς ἐκεῖνο φερόμενοι, δυσχερῶς ἀνακόπτεσθε. ἀλλ' ἐγώ, οἷόν τινι χαλινῷ τῇ σιωπῇ τὸ πρόθυμον ὑμῶν καταρτύων καὶ μὴ πάντῃ σφυγμοὺς καὶ κινήσεις ἀτόπους περὶ τὰ ὀρεκτὰ βουλόμενος ὑμᾶς ἔχειν, ἀλλ' ἀφαι ρεῖν ἐθέλων τῆς ψυχῆς τὴν περὶ τοὺς λόγους λιχνείαν, σήμερον μὲν τὴν περὶ ἐκεῖνο θοίνην ὑμῶν ἀφαιρήσομαι, αὔριον δέ, εἴ γε θεὸς ἐθέλει, τὴν περὶ ἐκεῖνο λογικὴν τράπεζαν παραθήσομαι, οὐ καρυκείας γέμουσαν οὐδ' Ἀττικῶν γλωττισμάτων οὐδὲ κατατέχνων καὶ σοφιστικῶν νοημάτων, ἀλλ' ἐννοιῶν θείων καὶ θεολογιῶν ἀκρότητος, ἧς μόνος οὗτος, ὡς ἔμοιγε δοκεῖ, ὁ μέγας πατὴρ ἐπεβάτευσεν.
86 Εἰς τὸ «κἄν τις οἴηται τῷ ἁπλῆς εἶναι φύσεως ἢ τελέως ἄληπτον»
Τὸ «κἄν τις οἴηται τῷ ἁπλῆς εἶναι φύσεως ἢ τελέως ἄληπτον ἢ τελέως ληπτὸν» οὐ πρὸς τὸ προσεχές μοι δοκεῖ ἀναφέρεσθαι, τὸ μόνην εἶναι τὴν ἀπειρίαν τοῦ θείου καταληπτήν, ἀλλὰ πρὸς τὸ δυσθεώρητον προσαρμό ζεσθαι. ἐπειδὴ γὰρ ἀντέκειτό τις αὐτῷ λόγος ἐκ τῆς Ἑλληνικῆς φιλοσο φίας, ἀντιτίθησί τε τοῦτο καὶ μάλα εὐγενῶς ἐπιλύεται. φασὶ γὰρ οἱ ἀπὸ Πλάτωνος μάλιστα μὴ δεῖν τῶν ἁπλῶν τὸ μέν τι κατειλῆφθαι, τὸ δὲ δο κεῖν ἀκατάληπτον, ἀλλ' εἴτε σῶμα τοῦτο εἴη ὁμοιομερῆ ἔχον τὴν ὕπαρξιν, εἴτε ἀσώματον, ὁ μέρος τούτων κατειληφὼς τὸ πᾶν ἔχει διεγνωκώς· ὁ γοῦν τὴν ψυχικὴν οὐσίαν ἢ νοερὰν ἀπὸ μέρους εἰδὼς τὴν πᾶσαν τούτων γνῶσιν συνείληφεν. ἐπὶ γὰρ τῶν συνθέτων καὶ ἀνομοίων οὐχ ὁ τὸ μέρος τῶν συντεθειμένων εἰδὼς ἤδη καὶ τὴν ὅλην ἔσχεν ἐν γνώσει οὐσίωσιν· οὐδὲ γὰρ ὁ τὸν ὀφθαλμὸν ἐπιστάμενος, ὅτι τοιοῖσδε μὲν ὑγροῖς, τόσοις δὲ χιτῶσι διείληπται, ἤδη που καὶ τὴν ὅλην κεφαλὴν κατείληφεν, ὅτι μὴ τὸ πᾶν αὕτη ὀφθαλμός, ἀλλ' οὗτος μεθ' ἑτέρων αὐτὴν συνιστᾷ· ὁ δὲ τὸ πνεῦμα ἢ τὸ αἷμα ἢ τὴν ἀρτηρίαν ἢ τὴν φλέβα ἐν ἐλαχίστῳ μέρει διαγνούς, ἐπειδὴ μηδὲν τὸ ὅλον παρὰ τοῦτο, τὴν ὅλην οὐσίαν διὰ τοῦ μέρους σαφέ στατα ἔγνωκε. κἀπὶ τῶν ἀσωμάτων δὲ ὁ αὐτὸς λόγος· ἐπεὶ γὰρ καὶ ποσά τινα κατὰ τρόπον ἄλλον, οὗ δὴ καὶ Πορφύριος ἐν ταῖς πρὸς τὰ νοητὰ μέμνηται Ἀφορμαῖς, προσάπτομεν τῇ ψυχῇ, ἐν μέρει τὴν ὅλην συνείληφε καὶ ἐν ὅλῃ τὸ μέρος ἐπίσταται, ἐν ὅλῃ τε τὴν ὅλην κἀν τῷ μέρει τὸ μέρος ὁ φιλοσόφως αὐτῇ προσβαλών· πᾶν γὰρ ὃ λάβοις αὐτοτελὴς ὑπάρχει ψυχή, καὶ τὸ πᾶν διὰ τοῦ μέρους ἐθήρασας. οὕτω δὲ θηράσαις ἂν καὶ τὸν «νοῦν» καὶ τὴν παρὰ τοῖς λογίοις «δύναμιν» καὶ τὸν ὑπὲρ ἐκείνην «πατέρα» καὶ τὸ ἀφθεγκτότατον ἕν, εἴ τῳ ταῦτα πιστά· ἐμοὶ γὰρ οὐ καιρὸς νῦν περὶ τῆς ὑποστάσεως τούτων περιεργάζεσθαι.