196
θείους πληροῦν προαιρούμενοι νόμους. Ἡ τοιαύτη μετα βολὴ καὶ ἡμῖν κεχάρισται τὴν ἐπάνοδον, ἣν μετ' εὐ κλείας ποιησόμεθα, καὶ τὴν προτέραν τῆς πα τρίδος ὀψόμεθα περιφάνειαν. ιαʹ. "Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν." Ἁμαρτάνουσι μὲν, καὶ μεταμελείᾳ χρωμένοις, χορηγοῦσι τὸν ἔλεον οἱ τῆς φιλανθρωπίας κρουνοὶ, τοῖς δὲ τὴν ἀλήθειαν ἀσπαζομένοις ἐπικλύζουσι τοῦ ἐλέου τὰ νάματα. ∆ιὰ τοῦτο ἔφη, "Ἔλεος καὶ ἀλήθεια συνήντησαν." Ἰουδαῖοι μὲν γὰρ, καὶ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, προσενηνόχασι τῷ Θεῷ τὴν τῆς ἀληθείας ἐπίγνω σιν· ἀντέδωκε δὲ τὸν ἔλεον ὁ φιλάνθρωπος. Οὕτω πάλιν τὴν δικαιοσύνην τούτων προσενεγκάντων, τὴν 80.1552 εἰρήνην αὐτοῖς ἐδωρήσατο, καὶ τὰς καταλλαγὰς ἐχα ρίσατο, καὶ κατέλυσε τὴν προτέραν δυσμένειαν. Καὶ προσέδραμεν, ἡ μὲν εἰρήνη τῇ δικαιοσύνῃ, τῇ δὲ ἀληθείᾳ ὁ ἔλεος. [Θεωρεῖτε δὲ τὸ, "Ἔλεος καὶ ἀλή θεια συνήντησαν." Ὁ γὰρ ἐλεήμων ὁ φέρων τὰ πάντα ἐφέρετο ὑπὸ τῆς παρθένου καὶ μητρός· καὶ ὁ δίκαιος Ἰωάννης ἐσκίρτα ἐν τῇ μήτρᾳ τῆς Ἐλισάβετ. Ἥγ' οὖν φέρουσα τὴν δικαιοσύνην, τουτέστι τὸν Ἰωάν νην, κατεφίλει τὴν φέρουσαν τὴν εἰρήνην. "Αὐτὸς γάρ ἐστιν, ὥς φησιν ὁ Ἀπόστολος, ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν."] Καὶ τοῦτο σαφέστερον διὰ τῶν ἐπιφερομένων ἐδήλωσε. ιβʹ. "Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε·" [Καὶ μυριάκις ἐστὶ καθαρὰ ἡ Θεοτόκος· ἀλλ' ὅμως ἐκ τοῦ Ἀδὰμ, ἐκ τοῦ Ἀβραὰμ, ἐκ τοῦ ∆αβὶδ, ἐξ αὐτῆς γ' οὖν ἀνέτειλεν ἡ ὄντως ἀλήθεια.] "Καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν." [Ἡ δικαία ἐπὶ τὸν μονογενῆ Υἱὸν τοῦ Πατρὸς μαρτυρία· ἡ φάσκουσα, "Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδό κησα."] Ἀσπασαμένων γὰρ τὴν ἀλήθειαν τῶν ἀνθρώπων, τούτων δικαίαν ἐποιήσατο πρόνοιαν ὁ τῶν ὅλων Θεὸς, καὶ τὸν διάβολον τῆς τυραννίδος ἐξ έβαλεν, [καὶ τοῦ θανάτου τὰ κέντρα συνέτριψε. Τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς·] ιγʹ. "Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα· καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς" Τῇ αὐτῇ πάλιν ἐχρήσατο συζυγίᾳ· ἔφη γὰρ, τὸν μὲν Θεὸν οἴκτῳ καὶ φιλανθρωπίᾳ χρήσασθαι, αὐτοὺς δὲ τῷ Θεῷ τὸν προσφυᾶ προσοίσειν καρπόν. Οὐ γὰρ εὐετηρίαν διὰ τούτων ἐδήλωσεν, ἀλλὰ τὴν καρπογονίαν τῆς ἀρετῆς. ιδʹ. "∆ικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσε ται." [Ὁ Ἰωάννης δηλαδή. Περὶ γὰρ τούτου Ἀμβακοὺμ ὁ προφήτης φησὶ, "Πρὸ προσώπου αὐτοῦ, λέ γων, πορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς παι δείαν κατὰ πόδας αὐτοῦ." Ὁμοίως καὶ Ζαχαρίας πρὸς τὸν ἑαυτοῦ παῖδα· "Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάζων ὁδοὺς αὐτῷ." Καλῶς οὖν ἔχει ὁ προφητικὸς νοῦς (περὶ τοῦ Ἰωάννου ἔφη, "∆ι καιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ," ἀντὶ τοῦ, Κύριος εἶ ὁ ἐνανθρωπήσας Θεὸς Λόγος) τῶν ἀμφοτέρων τὴν πρόῤῥησιν. Ἰωάννου γάρ ἐστι φωνὴ τὸ Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτος μοῦ ἦν." Καὶ ἵνα συνελὼν εἴπω, "Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου."] "Καὶ θήσει 80.1553 εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ." Τὸ τέλος μάλιστα τοῦ ψαλμοῦ διδάσκει ἡμᾶς σαφῶς, ὡς τὴν κοινὴν πάντων ἀνθρώπων προλέγει σωτηρίαν ἡ προκειμένη προφητεία. Λέγει γὰρ, ὅτι δικαιοσύνῃ χρώμενος ὁ ∆εσπότης, οἷόν τις ξεναγὸς τῆς ἡμετέρας ἡγεῖται πορείας, τρίβων τῆς ἀρετῆς τὴν ὁδὸν, καὶ τοῖς οἰκείοις ἴχνεσι δήλην ταύτην ἡμῖν ἐργαζόμενος. Βεβαιοῖ δὲ τὸν λόγον αὐτὸς ὁ ∆εσπότης, νῦν μὲν πρὸς τὸν Ἰωάννην, "Ἄφες ἄρτι· οὕτω γὰρ δεῖ πληρωθῆναι πᾶσαν δικαιοσύνην·" νῦν δὲ πρὸς τοὺς οἰκείους μαθητάς· "Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾷός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνά παυσιν ταῖς ψυχαῖς ὑμῶν." Ἄλλοτε δὲ νίψας αὐτῶν τοὺς πόδας, μεθ' ἕτερα καὶ ταῦτα ἔφη· "Ἐγὼ ὁ Κύριος καὶ ὁ διδάσκαλος ἔνιψα ὑμῶν τοὺς πόδας· ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθ ὼς ποιῶ, καὶ ὑμεῖς ποιῆτε." Αὐτὸς τοίνυν πρό τερος ὥδευσεν τὴν τῆς δικαιοσύνης ὁδὸν, καὶ μετ έβαλε τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ τὴν τραχεῖαν εἰς ὁδοὺς λείας, καὶ γέγονεν ἡμῖν ὁδὸς, ᾗ φησὶν αὐτὸς ὁ ∆εσπότης·