196
ἀδελφῷ Λεοντίῳ, Μαξίμῳ, Κλήμεντι, τοῖς ἄλλοις ἅπασι καθ' οἱονδήποτ' οὖν τρόπον προφασιλογίας ματαίας ἀποσχισθεῖσιν. τὰ εἰς ἐμὲ καὶ εἶπον πάλαι καὶ λέγω ἄρτι· συγχωρητέον αὐτοῖς. ἀλλ' ἐπειδὴ τὰ εἰς θεὸν οὐκ ἀνθρώπου λύειν ἀμετανόητα μένοντα (οὐ δήπου δὲ μετανενοηκότες φαίνονται, ἀλλὰ καὶ προσεξεργασάμενοι τοῦτο κἀκεῖνο, ἃ ἴσασι), παρακαλῶ δι' ὑμῶν ἢ νῦν εἴτε μετὰ θάνατόν μου φόβῳ τῶν πειρασμῶν δοθῆναι αὐτοῖς τὸν λόγον ὅτι "4βλέπετε, ἀδελφοί, φοβερὸν τὸ κρίμα καὶ ἀπαραίτητον, εἰ μὴ μετανοίᾳ ἀξιολόγῳ ἐξιλεώσησθε τὸν θεόν· τὸ γὰρ ἐν ἐμοὶ τῷ ἁμαρτωλῷ συγχωρητέον ὑμῖν"5. Τοῦτό ἐστι τὸ ὑπολυποῦν με καὶ παριστάμενον, ὃ διατελέσαι πρὸς πάντας δυσωπῶ ὑμᾶς. ἔρρωσθε ἐν Κυρίῳ. 303 {1Προτερίῳ τέκνῳ}1 Ἐθροήθην, τέκνον μου ἠγαπημένον, ἐν τῇ παρουσίᾳ σου· ἀλλ' ἐπὰν ἀνέγνων τὴν ἐπιστολήν σου (οὐκ οἶδα, εἰ ἰδιόχειρόν σου· ταχὺ γὰρ ἐξέμαθες, καὶ χάρις Κυρίῳ), τῆς θροήσεως ἀπηλλάγην εὐχαριστήσας τῷ θεῷ καὶ ἀνεπαυσάμην ἐφ' οἷς καλῶς ἐβουλεύσασθε, ὁ μὲν ἀπᾶραι ἐν ἄστει, ὁ δὲ πρὸ τοῦ Πάσχα παραγεγονὼς καί γε μετὰ τῶν ἐφοδίων τῆς ἑορτῆς. ἀνθ' ὧν θρέψειέν σε ὁ Κύριος τοῖς πνευματικοῖς χαρίσμασιν, οὕτως περιπονούμενον εἰς τὴν ταπείνωσιν ἡμῶν. Ὑγιαίνομεν οὖν σωματικῶς, εἰ δὲ προσεύχεσθε, καὶ πνευματικῶς, ὥστε τῆς ἐφ' ἡμῖν ἀγωνίας σου ἀφέμενος μετ' ἐλπίδος καὶ χαρᾶς θερμότερος ἔσο τῇ προσευχῇ· θεοῦ γὰρ χάριτι καὶ εὐχαῖς τοῦ μακαρίου μου πατρὸς σὺν ἱκεσίᾳ καὶ ὑμῶν διανύομεν εὐχαρίστως καὶ μακροθύμως καὶ ὑπομονητικῶς τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἕτεροι ἐξ ἑτέρων γεγονότες παρ' ἐλπίδα, καὶ τοσοῦτον ὡς οὐκ ἄν ποτε ἐγενόμεθα, ἐξ ὅτε γινώσκομεν καλόν τε καὶ κακόν. θεοῦ τὸ δῶρον, οὐκ ἐξ οἰκείων ἔργων, μόνον ἐάνπερ καὶ πρὸς τὸ ἑξῆς μὴ ἐκκακήσητε παρακαλεῖν τὸν θεὸν ὑπὲρ ἡμῶν ὥσπερ καὶ ἡμεῖς ὑπὲρ ὑμῶν. Τὸ πρόβλημα, ἐπεὶ ἄπορον εἴασεν ὁ πατήρ, πῶς δυνάμεθα ἡμεῖς διαλῦσαι οἱ ἀμαθεῖς; πλὴν ἡ παροῦσα αἵρεσις ἄρνησις Χριστοῦ ἐστιν ἀσφαλῶς· καὶ δῆλον μὲν καὶ ἐξ ἄλλων, δῆλον δὲ καὶ ἐκ τοῦ λέγειν ἐν τῷ πατερικῷ πρὸς τὸν πολεμούμενον ὑπὸ τῆς πορνείας· συμφέρει σοι μηδεμιᾶς ἑταιρίδος ἀποσχέσθαι ἢ τὴν εἰκόνα Χριστοῦ μὴ προσκυνεῖν. ὥστε οὐχ ἡ τυχοῦσα αἵρεσις, ἀλλὰ ἀρνησίχριστος· καὶ τοὺς προβαλλομένους τὸ τοῦ Κλίμακος ἄπορον ἐπὶ τοῦ ἐμπεσεῖν εἰς πορνείαν ἢ αἱρέσει ἁλῶναι, ὡς θατέρου αἱρετωτέρου ὄντος μᾶλλον, φοβείτω ἡ ἐν τῷ πατερικῷ ἀπόφασις καὶ μήτε εἰς πορνείαν μήτε ἐν τῇ χριστομάχῳ αἱρέσει ἐμπαρείτωσαν· καθ' ἑκάτερον γὰρ μοιχεία. καὶ ἔτι πλείονα εἶχον λέγειν, ἀλλ' οὐ χωρεῖ τὸ γράμμα. Ὑγιαίνων ὑπόστρεφε προσαγορεύων τοὺς ἀδελφοὺς καὶ πάλιν ἐρχόμενος, ὅτε εὐδοκήσει Κύριος φθάσαι τοὺς ἀδελφούς. 304 {1Ζαχαρίᾳ ὑπάτῳ}1 Ἐγὼ καὶ γράφω πάλιν καὶ γράφειν οὐ παύσομαι, ἀπολογούμενος καὶ ὑπερευχαριστῶν τῇ θεοφιλεῖ σου ἀγάπῃ εἵνεκα τῆς κατὰ Χριστόν σου σπουδῆς καὶ φιλαρέτου γνώμης πρὸς τὴν ἡμῶν ταλαιπωρίαν, ἣν ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐνεδείξω, δωρεὰν εὐεργετῶν, δωρεὰν κατελεῶν, δωρεὰν ὑποτιθεὶς ἑαυτὸν μικροῦ δεῖν εἰς κινδύνους, οὐ τὸν καιρὸν τῆς δυσκολίας εὐλαβούμενος, ἀλλὰ τὸν ὅρον τῆς ἀγάπης ὑποφαινόμενος, οὐ τῷ πλήθει τῶν θεραπευομένων καταβαρούμενος, ἀλλὰ τῇ ἐλπίδι τῶν θείων δωρεῶν ἀναπτερούμενος· ὅπερ ἐστὶν ἀληθινοῦ χριστιανοῦ ἰδίωμα, φοβουμένου τὸν θεόν, ἡμέραν θανάτου καὶ κρίσεως ἐπὶ τοῦ φοβεροῦ δικαστηρίου Χριστοῦ ἐναργῶς διαμεριμνῶντος. τοιαύτης ἀρετῆς καὶ ἡ παρὰ θεῷ ἁρμοσθεῖσά σοι ὁμόζυγος, ἀλλὰ γὰρ καὶ οἱ παῖδες· καὶ εἰκότως, ἐπειδὴ ἀγαθῆς ῥίζης ἀγαθὰ εἶεν ἂν καὶ τὰ βλαστήματα. δοκῶ δὲ καὶ τοὺς ὑπὸ χεῖρα τοιούτους εἶναι, διότι οἷον τὸ ἄρχον τοιοῦτον καὶ τὸ ἀρχόμενον ὡς τὰ πολλὰ πέφυκεν ὑπάρχειν. Τί οὖν ἐστιν εἰπεῖν πρὸς ταῦτα ἢ ὅπερ ὁ θεῖος ∆αυίδ, ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; εὐλογήσαι σε Κύριος ἐκ Σιὼν καὶ ἴδοις τὰ ἀγαθὰ τῆς ἄνω Ἱερουσαλὴμ πανέστιος, ὁ παμπόθητός μου δεσπότης. 305 {1Ἡγουμένῳ}1 Ἐβράδυνα ἐπιστεῖλαι τῇ