1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

196

βασιλεὺς ἐμαίνετο κατὰ τοῦ πάπα καὶ τῆς ἀποστάσεως Ῥώμης καὶ Ἰταλίας, καὶ ἐξοπλίσας στόλον μέγαν ἀπέστειλε κατ' αὐτῶν Μάνην, τὸν στρατηγὸν τῶν Κιβυραιωτῶν, κεφαλὴν ποιήσας εἰς αὐτούς. ᾐσχύνθη δὲ ὁ μάταιος ναυαγήσαντος τοῦ στόλου εἰς τὸ Ἀδριακὸν πέλαγος. τότε ὁ θεομάχος ἐπὶ πλεῖον ἐκμανεὶς Ἀραβικῷ τε φρονήματι κρατυνόμενος φόρους κεφαλικοὺς τῷ τρίτῳ μέρει Σικελίας καὶ Καλαβρίας τοῦ λαοῦ ἐπέθηκεν. τὰ δὲ λεγόμενα πατριμόνια τῶν ἁγίων καὶ κορυφαίων ἀποστόλων, τῶν ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ τιμωμένων, ταῖς ἐκκλησίαις ἔκπαλαι τελούμενα χρυσίου τάλαντα τρία ἥμισυ τῷ δημοσίῳ λόγῳ τελεῖσθαι προσέταξεν, ἐποπτεύειν τε καὶ ἀναγράφεσθαι τὰ τικτόμενα κελεύσας ἄρρενα βρέφη, ὡς Φαραώ ποτε τὰ τῶν Ἑβραίων· ὅπερ οὐδ' αὐτοί ποτε οἱ διδάσκαλοι αὐτοῦ Ἄραβες ἐποίησαν εἰς τοὺς κατὰ τὴν ἑῴαν Χριστιανούς. ιζʹ. ιʹ. θʹ. δʹ. κηʹ. Τούτῳ τῷ ἔτει ἐγένετο θανατικὸν ἐν Συρίᾳ, καὶ πολλοὶ ἀπέθανον. Ῥώμης ἐπίσκοπος Ζαχαρίας ἔτη καʹ. ιηʹ. ιαʹ. αʹ. εʹ. κθʹ. Τούτῳ τῷ ἔτει ἐξωρίσθη Θεόδωρος ὁ τοῦ Μανσοὺρ εἰς τὰ κλίματα τῆς ἐρήμου· καὶ γέγονε σημεῖον ἐν τῷ οὐρανῷ πυρῶδες καταυγάζον· καὶ Μαυΐας τὴν Ἀσίαν ἐληΐσατο. ιθʹ. ιβʹ. βʹ. ʹ. λʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Σουλεϊμάν, ὁ τοῦ Ἰσάμ, τὴν τῶν Ἀρμενίων χώραν καὶ οὐδὲν ἤνυσεν. κʹ. ιγʹ. γʹ. ζʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μαυΐας τὴν Ῥωμανίαν καὶ ἐπανελθὼν οὐ μετὰ πολλὰς ἡμέρας τοῦ ἵππου πεσὼν ἀπέψυξεν. 411 καʹ. ιδʹ. δʹ. ηʹ. Τούτῳ τῷ ἔτει Σουλεϊμάν, ὁ υἱὸς Ἰσάμ, αἰχμαλωτεύσας πολλοὺς ἐξ Ἀσίας συνῃχμαλώτευσε καί τινα Περγαμηνόν, ὃς ἔλεγεν ἑαυτὸν Τιβέριον υἱὸν εἶναι Ἰουστινιανοῦ. τοῦτον Ἰσὰμ εἰς τιμὴν τοῦ ἰδίουπαιδὸς καὶ τῶν βασιλέων ἐκφόβησιν μετὰ τῆς ἁρμοζούσης βασιλικῆς τιμῆς καὶ στρατευμάτων καὶ βάνδων καὶ σκήπτρων εἰς Ἱερουσαλὴμ ἐκπέμπει, καὶ ὅλην τὴν Συρίαν περιάγειν κελεύει μετὰ πολλῆς τιμῆς πρὸς θέαν πάντων καὶ κατάπληξιν. κβʹ. ιεʹ. εʹ. θʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Σουλεϊμὰν τὴν Ῥωμανίαν ὁ υἱὸς Ἰσάμ· καὶ ἐπόρθησε τὸ λεγόμενον Σιδηροῦν κάστρον, καὶ Εὐστάθιον, τὸν υἱὸν Μαριανοῦ τοῦ πατρικίου, αἰχμάλωτον ἔλαβεν. κγʹ. ιʹ. ʹ. ιʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαΐῳ ἰνδικτιῶνος ηʹ ἐπεστράτευσε Σουλεϊμὰν τὴν Ῥωμανίαν ἐν μυριάσιν θʹ, στρατηγοῖς τε δʹ, ὧν Γάμερ ἡγεῖτο λοχίζων ἐν μυρίοις μονοζώνοις τὰ τῆς Ἀσιάτιδος γῆς μέρη, καὶ τούτου ἐχόμενοι Μελὶχ καὶ Βατὰλ ἐν δισμυρίοις ἱππεῦσι περὶ τὸν Ἀκροϊνόν· καὶ μετὰ τούτους Σουλεϊμὰν ἐν ἑξακισμυρίοις περὶ τὴν τῶν Καππαδόκων Τύανον. ἀλλ' οἱ μὲν κατὰ τὴν Ἀσίαν καὶ Καππαδοκίαν πολλὴν ἅλωσιν ἀνδρῶν καὶ γυναικῶν καὶ κτηνῶν ποιησάμενοι ἀβλαβεῖς ἀνέστρεψαν, οἱ δὲ περὶ τὸν Μελὶχ καὶ Βατὰλ ἐν τῷ Ἀκροϊνῷ καταπολεμηθέντες ὑπὸ Λέοντος καὶ Κωνσταντίνου ἡττήθησαν. καὶ οἱ μὲν πλείους ὅπλοις ὤλοντο σὺν τοῖς δυσὶν ἄρχουσιν· ὀκτακόσιοι δέ που μαχηταὶ ἐξ αὐτῶν πρὸς ἓξ χιλιάδας ἐνστάντες εἰς Σύναδα καταφεύγουσι καὶ διασωθέντες συνήφθησαν τῷ Σουλεϊμὰν καὶ ἀνέκαμψαν εἰς Συρίαν. τῷ δ' αὐτῷ ἔτει καὶ κατὰ τὴν Ἀφρικὴν πολλοὶ παρ' αὐτῶν ὤλοντο σὺν τῷ στρατηγοῦντι ὀνόματι ∆αμασκηνῷ. 412 κδʹ. ιζʹ. ζʹ. ιαʹ. Τούτῳ τῷ ἔτει, κδʹ τῆς βασιλείας Λέοντος τοῦ τυράννου καὶ παρανομωτάτου Σύρου ἐκάησαν ἀγοραὶ ἐν ∆αμασκῷ ὑπὸ Ἱερακιτῶν, καὶ ἐφουρκίσθησαν, καὶ εἰσῆλθεν ὁ χείμαρρος ἐν Ἐδέσῃ μηνὶ Περιτίῳ κηʹ. Καὶ τῷ αὐτῷ ἔτει σεισμὸς γέγονε μέγας καὶ φοβερὸς ἐν Κωνσταντινουπόλει μηνὶ Ὀκτωβρίῳ κʹ, ἰνδικτιῶνος θʹ, ἡμέρᾳ δʹ, ὥρᾳ ηʹ, καὶ ἐπτώθησαν ἐκκλησίαι καὶ μοναστήρια, λαός τε πολὺς τέθνηκεν. ἔπεσε δὲ καὶ ὁ ἀνδριὰς ὁ ἑστὼς ἐπὶ τῆς Ἀτάλου πόρτης τοῦ μεγάλου Κωνσταντίνου ἅμα τῷ αὐτῷ Ἀτάλῳ, καὶ ἡ στήλη Ἀρκαδίου, ἡ ἐπὶ τοῦ Ξηρολόφου κίονος ἑστῶσα, καὶ ὁ ἀνδριὰς τοῦ μεγάλου Θεοδοσίου, ὁ ἐπὶ τῆς Χρυσῆς πόρτης, τά τε χερσαῖα τῆς πόλεως τείχη καὶ πόλεις καὶ χωρία ἐν τῇ Θρᾴκῃ, καὶ ἡ Νικομήδεια ἐν Βιθυνίᾳ καὶ ἡ Πραίνετος καὶ ἡ Νίκαια, ἐν ᾗ μία ἐσώθη ἐκκλησία. ἀπέφυγε δὲ καὶ ἡ θάλασσα τῶν ἰδίων ὅρων ἔν τισι τόποις, καὶ ἐκράτησεν ὁ σεισμὸς μῆνας ιβʹ. ὁ οὖν βασιλεὺς ἰδὼν τὰ τείχη τῆς