Ἰστέον γὰρ ὅτι τρεῖς ἐξουσίαι εἰσὶν ἐνταῖς πόλεσιν, ἡ ἐκ πάντων, ἡ ἐξ ἑνὸς καὶ ἡ τούτων μέση, ἡ ἔκ τινων. τριῶντοίνυν οὐσῶν, μία μέν ἐστιν, ἐν ᾗ ὁ δῆμος ὅλος δύναται, ἰσηγορίαν ἔχων καὶἰσοπολιτείαν ἔννομον· ὃ καλεῖται δημοκρατία, ἣν ὁ ποιητὴς ᾐνίξατο ἐν τῷ «οὐμέν πως πάντες βασιλεύσομεν ἐνθάδε Ἀχαιοί». δηλοῦται γὰρ ἐν μὲν τῷπάντες ὁ δῆμος, ἐν δὲ τῷ βασιλεύσομεν τὸ κρατεῖν, ἐξ ὧν ἡ λέξις τῆς δημοκρατίας συντέθειται. καὶ αὕτη μὲν ἀρχὴ πολιτικὴ μία, ἡ δημοκρατία· ἑτέρα δὲ ἡἀριστοκρατία, ἐν ᾗ μόνοι ἐννόμως κρατοῦσιν οἱ ἄριστοι. ταύτην δὲ διὰ τῆςπολυκοιρανίας ὑποδηλοῖ ὁ ποιητής. τρίτη δὲ ἡ μοναρχία, ἐν ᾗ πάντων εἷς μόνοςἄρχει κατὰ νόμους καὶ αὐτός· ὃ δὴ βασιλεία ἐστί. Τριῶν οὖν τούτων οὐσῶνμόνων ἀρχῶν, μιᾶς τῆς δημοκρατίας, ἥτις, ἐὰν μὴ κατὰ νόμους γίνηται, εἰςὀχλοκρατίαν ἐκπίπτει, καὶ ἑτέρας τῆς ἀριστοκρατίας, ἣν οὐ κατὰ νόμουςἰθυνομένην ὀλιγαρχία μετεκδέχεται, καὶ τρίτης τῆς βασιλείας, ἥτις ἐκπεσοῦσατοῦ νομίμου εἰς τυραννίδα κατολισθαίνει, ὁ ποιητὴς τὴν ἔννομον μοναρχίανἐπαινεῖ. διὰ τοῦτο εἰπών, ὅτι οὐ πάντες βασιλεύσομεν ἐνθάδ' Ἀχαιοί- τοῦτογὰρ δημοκρατία ἢ καὶ χεῖρον δημοκρατίας· ἐν γὰρ δημοκρατίᾳ οὐ πάντεςβασιλεύσουσι· τίνων γὰρ ἄρξουσιν; -ἐπήγαγεν· «οὐκ ἀγαθὸν πολυκοιρανίη».ἐπεὶ δὲ οὐδὲ τοῦτο τὴν μοναρχίαν ἐδήλωσε-καὶ γὰρ ὥσπερ ἡ δημοκρατία,οὕτω καὶ ἡ ἀριστοκρατία πολυαρχία ἐστὶ καὶ αὐτή, κἂν μὴ τοιαύτη, ὁποία ἡδημοκρατία-ἐπάγει σαφέστατα· «εἷς κοίρανος ἔστω, εἷς βασιλεύς», δὶςεἰπὼν ἐκ παραλλήλου τὸ αὐτὸ καὶ ἐπιμείνας ἐνδιαθέτως τῷ νοήματι διὰ τὸἄγαν ἐναργές. καὶ ἄλλως δὲ εἰπεῖν σαφέστερον, ἐπεὶ τριχῶς ἄρχειν ἔστι λαοῦκατὰ νόμους, ὡς προείρηται, δημοκρατικῶς, ἀριστοκρατικῶς καὶ βασιλικῶς,ἤτοι ἢ πάντας ἢ πολλοὺς ἢ ἕνα, κομματικῶς καὶ ἀσυνδέτως τὸν λόγον διατιθεὶς ὁ ποιητής φησιν· «οὐ πάντες βασιλεύσομεν», ἤγουν οὐ δημοκρατηθησόμεθα·»οὐκ ἀγαθὸν πολυκοιρανίη», ὅ ἐστι τὸ πολλοὺς ἄρχειν. λείπεται οὖν τὸ τρίτον,τὸ ἄρχειν ἕνα. εἷς τοίνυν ἔστω βασιλεύς, ᾧ ἔδωκε θεός· θεόσδοτον γὰρ ἀγαθὸνἡ βασιλεία. διὸ καὶ τίμιον, ὡς προείρηκεν. Ὅτι δὲ ἀγαθὸν τὸ μόναρχον,δηλοῖ καὶ ἡ κατὰ κόσμον διάθεσις ἑνὶ διοικουμένη κηδεμόνι τῷ παμβασιλεῖ.καὶ τὰ κάλλιστα δὲ τῶν ἐγκοσμίων κατὰ μονάδα παρῆκται· εἷς ἥλιος τοῖς 1.309 περὶ γῆν ἐπιστατεῖν ἡμέρας βεβράβευται· μία σελήνη νυκτός ἐστιν ὀφθαλμός·ἕνα βασιλέα τῆς ἐν ἡμῖν ἀκροπόλεως, τὸν νοῦν, ὁ τῶν βασιλέων βασιλεὺςὑπερίδρυσεν. οὕτω τοίνυν καὶ πόλις εὖ ἔχοι ἂν ἑνὶ διευθυνομένη ἄρχοντι. Εἰ δέ «εἷς ἀνὴρ οὐδεὶς ἀνήρ», ὡς ἡ παροιμία φησίν, ἀλλ' ὁ τοιοῦτος οὐκ ἔστινεἷς, πολλαπλοῦς δέ γε καὶ πολυσχιδὴς μυρίοις μὲν ὀφθαλμοῖς, τοσαύταις δὲχερσίν, οὐ μετρηταῖς δὲ ἀκοαῖς καὶ τοῖς ἄλλοις τοῖς καιρίοις τῶν μορίων, εἰςἀπειροπλήθειαν κατηρτισμένος, ἃ δὴ πάντως εἰσὶ τὸ δικαστικὸν φῦλον, τὸδημαγωγικόν, τὸ στρατηγικόν, τἆλλα, δι' ὧν ἡ πόλις ὥσπερ τι σῶμα καλὸνὑπὸ ὑγιαινουσῶν αἰσθήσεων τάττεται μιᾶς ἐπιστατούσης ψυχῆς τῆς τοῦβασιλέως. Αὕτη ἡ ἀρχή, ἡ βασιλικὴ δηλαδή, καὶ τὰς θρυλλουμένας ποτὲμεγάλας ἀρχὰς κατέστησε, τὴν τῶν Περσῶν, τὴν τῶν Ἰνδῶν, τὴν τῶν Ῥωμαίων· καὶ οὐδεμία τις ἀρχὴ ἐπὶ τοσοῦτον ἦλθε λόγου, ὅσον ἡ βασιλική. καλῶςἄρα ὁ ποιητικὸς Ὀδυσσεὺς τὴν μοναρχίαν ἐνέκρινεν οὐκ ἀποδοκιμάσας οὐδὲτὰς λοιπάς, ἀλλὰ τὸ τοῦ καλοῦ κάλλιον ἐπιλεξάμενος. τὸ γάρ «οὐκ ἀγαθὸνπολυκοιρανίη» οὐκ ἤδη κακὸν τὴν ἔννομον πολυαρχίαν ἔδειξε. τὸ γὰρ οὐκἀγαθὸν οὐκ ἐξ ἀνάγκης κακόν ἐστιν. ὅτι δὲ οὐδὲ ἡ δημοκρατία κακὸν οὐδὲ ἡἀριστοκρατία, δῆλον ἀπὸ πολλῶν πόλεων, αἵτινες δημοκρατούμεναί τε καὶἀριστοκρατούμεναι εὖ διετέλεσαν. Κοίρανος δὲ λέγεται μὲν ὁ ἡγεμών· γίνεταιδὲ κατὰ τοὺς παλαιοὺς ἀπὸ τοῦ καιρός τροπῇ τοῦ ˉα εἰς ˉο, οἱονεὶ ὁ τοῦ καιροῦκύριος, ἢ ἐκ τοῦ κόρος ὁ νέος πλεονασμῷ τοῦ ἰῶτα, καὶ ἐξ αὐτοῦ πολυκοιρανίαἡ