διώρισται.] (ῃ. 392) Ὅτι τερατῶδες τὸ «ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε Ἀργείων», οἷον ἐκλυδωνίσθη, ὡς οἷον συναγανακτοῦσα τῷ τῆς ὑγρᾶς οὐσίας ἐπιστάτῃ Ποσειδῶνι καὶ συναγωνιῶσα. Καὶ ὅρα, ὡς δι' αὐτῆς μὲν ἰόντος τοῦ Ποσειδῶνος ἄταλλε κήτεα καὶ ἡ θάλασσα γηθοσύνῃ διΐστατο, ὄντος δὲ πρὸς τῷ αἰγιαλῷ μόνον κλύζεται. οὕτω καὶ ἐν Ὀδυσσείᾳ Κύκλωπος ἀφέντος λίθον ἐκλύσθη θάλασσα κατερχομένης ὑπὸ πέτρης, ἤγουν κλύδωνά τινα ἔπαθε διὰ τὸ τῆς πέτρας μέγεθος. (ῃ. 394) Ὅτι ξυνελθεῖν εἰπὼν Τρῶας καὶ Ἀργείους μεγάλῳ ἀλαλητῷ, τουτέστι φωνῇ, ὡς κατωτέρω φησί, θέλει μὲν παραβολῇ πρὸς τὸν τοιοῦτον μέγαν ἀλαλητὸν χρήσασθαι, ἀφεὶς δὲ τοῦτο καινοτάταις τρισὶν 3.666 ἐνταῦθα χρᾶται οὐ παραβολικαῖς ὁμοιότησιν ὁμοῦ κειμέναις, ἀλλ' ὑπερβολικαῖς ὁμοιοτήτων αὐξήσεσι, τῇ ἀπὸ θαλάσσης, τῇ ἀπὸ πυρός, καὶ τῇ ἐξ ἀνέμου, τριῶν τούτων ἐν ἀνθρώποις ἰσχυροτάτων. (ῃ. 394-401) Καί φησιν ἑκάστην ὑπερβολὴν δυσὶ στίχοις ἐμπεριγράφων οὕτως «οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ, οὔτε πυρὸς τόσσος γε ποτὶ βρόμος αἰθομένοιο οὔρεος ἐν βήσσῃς, ὅτε τ' ὤρετο καιέμεν ὕλην, οὔτ' ἄνεμος τόσσον γε ποτὶ δρυσὶν ὑψικόμοισιν ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων, ὅσση», ἢ τόσση, «ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνή, δεινὸν ἀϋσάντων, ὅτ' ἐπ' ἀλλήλοισιν», ἤγουν κατ' ἀλλήλων, «ὄρουσαν». Ἰστέον δὲ ὡς ἐνταῦθά φασιν οἱ παλαιοὶ ἐπαινοῦντες τὰ ῥηθέντα, ὅτι κῦμά τε πελάγιον περιρρησσόμενον ἀποκρότῳ τόπῳ πάνυ μέγα βοᾷ πρὸς χέρσον ἀντίτυπον, καὶ βρόμος δὲ πυρὸς οὐ κατοικιδίου οὐδ' ἐν ἀκρωρείᾳ ὕλης ψιλῇ, ἀλλ' ἐν βήσσαις ὄρους ὅλου ἐμπιπραμένου μέγιστόν τι καὶ αὐτὸς βρέμει, καὶ ἄνεμος δὲ βαρύτατόν τι ἠχεῖ, ὅτε οὐ διὰ μαλακοῦ θέει ἀέρος ἀνεμποδίστως οὐδὲ τῶν ταπεινῶν ὑπερφέρεται, ἀφ' ὧν οὐδὲ πολὺς ὁ ἦχος γίνεται, ἀντιτυποῖ δὲ δρυσὶν ὑψικόμοις ἀντιτετειχισμέναις οἷον αὐτῷ, ὅτε καὶ μάλιστα μέγα βρέμεται, οὐχ' ἁπλῶς πνέων ἀλλὰ χαλεπαίνων. ἐχρήσατο μὲν οὖν Ὅμηρος ἀλλαχοῦ σποράδην καθ' ὁμοιότητα καταφατικῶς ταῖς ἀπὸ τούτων συνήθως τῶν τριῶν παραβολαῖς, οἷον ὅτε εἶπεν, ὡς «βέβρυχε μέγα κῦμα ποτὶ ῥόον», καὶ «ὡς δ' ἀναμαιμάει θεσπιδαὲς πῦρ», καὶ «ὡς δ' Εὖρός τε Νότος τε ἐριδαίνετον». ἐνταῦθα δὲ οὐκ αὐτόχρημα, ὡς ἐρρέθη, παραβολαῖς χρᾶται, ἀλλ' ὑπερβολαῖς κατὰ τοὺς παλαιούς, οἷα μὴ ἔχων πρὸς θάλασσαν ἢ πρὸς πῦρ ἢ πρὸς ἄνεμον εἰκάσαι τὸ τοῦ πολεμικοῦ ἤχου μέγεθος, καὶ οὐκέτι κατὰ θέσιν παραβολικήν, ἀλλὰ κατὰ ἄρσιν λαλεῖ ἐξ ἀφαιρέσεως, καινότερον, ὡς ἔφαμεν, τὸν λόγον μεταχειριζόμενος καὶ ἐξ ἀνομοίων καὶ ἀσυγκρίτων λαμβάνων τὴν τοῦ πράγματος ὁμοιότητα, μᾶλλον μὲν οὖν καὶ ἐμφαίνων τὴν ὁμοιότητα καὶ ὑπεραναβαίνων αὐτὴν διὰ τῆς ἀποφάσεως ἐν τῷ εἰπεῖν, ὡς οὔτε θάλασσα τόσον βοᾷ, οὔτε πυρὸς τόσσος βρόμος, οὔτ' ἄνεμος τόσον ἠπύει, ὅσον ἐφώνουν ἑκάτερος ὁ στρατός. καὶ ἐρωτήσοι μὲν ἄν τις τὸν ποιητήν, πόση τις ἦν τότε βοή, ὁ δὲ φαίη ἂν ὅσην οὐκ ἔχω εἰπεῖν. τοῦτο μόνον λέγω ὡς οἵαν οὐδ' ἂν τὰ παρ' ἡμῖν ἰσχυρότατα δύναιντο ἀποτελεῖν. Καὶ οὕτω μεγεθύνει τὸ πρᾶγμα τῇ ἀορίστῳ καὶ δυσευρέτῳ τῶν ἀρρήτων παραβολῶν ὁμοιότητι. εἰ δέ τις βούλοιτο ῥηθῆναι καὶ ποσότητα βοῆς ἔν τινι καταφάσει, μετασχηματίσας τὴν εἴτε παραβολικὴν εἴτε ὑπερβολικὴν ἀπόφασιν ἐρεῖ, ὅτι φωνὴ Τρώων ἦν καὶ Ἀχαιῶν ὑπὲρ κύματος βοήν, ὑπὲρ ἦχον ἀνέμου, ὑπὲρ βρόμον πυρός. 3.667 Ἰστέον δὲ ὅτι αἱ ῥηθεῖσαι αὐξητικαὶ παραβολαί, αἱ τὴν μὲν ἰσότητα ἢ ὁμοιότητα ὑπερβαίνουσαι, δηλοῦσαι δὲ πραγμάτων ὑπερβολήν, ἐκ τοιαύτης μεθόδου γίνονται. ὅτε μὲν ὁμοιότης ἐστὶ τοῦ προκειμένου πράγματος μετὰ τῆς παραβολῆς, τότε καταφατικῶς ἡ παραβολὴ σχηματίζεται, λεγόντων ἡμῶν ὅτι, ὥσπερ ἐκεῖνό τι γίνεσθαι εἴωθεν, οὕτω καὶ τοῦτο γίνεται, οἷον, ὥσπερ σῦς θυμωθεὶς πῦρ δέδορκεν, οὕτως ἀπαραλλάκτως καὶ ὁ δεῖνα ὅτε θυμοῦται. ἡνίκα δὲ τὸ ὑποκείμενον μεῖζον δείκνυται τοῦ παραβολικοῦ πράγματος, τότε ἀποφατικῶς τὴν παραβολὴν σχηματίζομεν, λέγοντες ὡς οὐχ' οὕτως ἐκεῖνό τι πέφυκε γίνεσθαι, ὥσπερ