197
τέλει. Ἐκ τούτου λαβὼν ἀφορμὰς Ὠριγένης ὁ τάλας ὑπεμνημάτισε πολλὰς τῶν γραφῶν, Ἀμβροσίου παρορμῶντος αὐτὸν εἰς τοῦτο καὶ χορηγοῦντος ἀναγκαίας τε χρείας ἀφθόνως καὶ ταχυγράφους ζʹ παριστῶντος, ἀμείβον τας ἀλλήλους ὑπαγορεύοντος, καὶ καλλιγράφους πλείους ἅμα κόραις ἠσκη μέναις γράφειν, ἄφατόν τε προθυμίαν αὐτῷ παρέχοντος εἰς τὸ συντάττειν. ἀλλ' εἰς βάραθρον Ἑλληνικῆς τερατολογίας παρολισθήσας ἀποκατάστασιν 439 καὶ προΰπαρξιν ἐδογμάτισεν ἕτερά τε ἀνόσια δόγματα· καὶ διὰ τοῦτο τοῦ χοροῦ τῶν ἁγίων ἐξώσθη. Μαμμαία τοῦ αὐτοκράτορος Ἀλεξάνδρου μήτηρ θεοσεβὴς ἦν σφόδρα. αὕτη λέγεται ὁμιλῆσαι τῷ Ὠριγένει ἐν Ἀντιοχείᾳ διατρίβουσα, μεταπεμψαμένη αὐτὸν ἐκ τοῦ Φάρου. ἡ δ' αὐτὴ καὶ πᾶσι τοῖς ὀνομαστοῖς τηνι καῦτα Χριστιανῶν διδασκάλοις προσέκειτο διὰ τὴν εἰς Χριστὸν πίστιν. Καὶ Ἀλέξανδρος ὁ Μαμμαίας υἱὸς μετὰ τὴν ἀναίρεσιν Οὐρανίου τοῦ τυράννου καὶ τὴν κατὰ Περσῶν εὐδοκίμησιν ἐπανελθὼν ἐν Ῥώμῃ ἀναι ρεῖται σὺν μητρὶ Μαμμαίᾳ ἐν Μογοντιακῷ στρατιωτικῇ ἐπαναστάσει. Περσῶν αʹ Ἀρταξέρξης ἔτη ιεʹ. Ῥώμης ιζʹ ἐπίσκοπος Οὐρβανὸς ἔτη ζʹ. Ἀντιοχείας ιʹ ἐπίσκοπος Φίλητος ἢ Φίλιππος ἔτη ηʹ. Ἀντιοχείας ιαʹ ἐπίσκοπος Ζέβεννος ἔτη ςʹ. Ἱεροσολύμων λεʹ ἐπίσκοπος πάλιν Νάρκισσος ἔτη ιʹ. Ἐμμαοὺς ἡ ἐν Παλαιστίνῃ κώμη, περὶ ἧς φέρεται ἐν τοῖς ἱεροῖς εὐαγγε λίοις, Νικόπολις ἐτιμήθη καλεῖσθαι ὑπὸ Ἀλεξάνδρου τοῦ αὐτοκράτορος, Ἀφρικανοῦ πρεσβευσαμένου τὰς ἱστορίας ἐν πενταβίβλῳ συγγραψαμένου. Ἀφρικανὸς τὴν ἐννεάβιβλον τῶν Κεστῶν ἐπιγεγραμμένην πραγματείαν ἰατρικῶν καὶ φυσικῶν καὶ γεωργικῶν καὶ χυμευτικῶν περιέχουσαν δυνά μεις Ἀλεξάνδρῳ τούτῳ προσφωνεῖ. Ἀφρικανὸς Αὔγαρόν φησιν ἱερὸν ἄνδρα τοῦ πρώην Αὐγάρου ὁμώνυμον βασιλεύειν Ἐδέσσης κατὰ τούτους τοὺς χρόνους. Ἐβασίλευσαν οὖν Ἀσσύριοι ἀπὸ Νίνου καὶ Σεμιράμεως μέχρι Βελεοῦν τοῦ ∆ελκετάδου. εἰς τοῦτον γὰρ τοῦ Σεμιράμεως γένους λήξαντος, Βελι ταρᾶν κηπουργὸς ἐβασίλευσε καὶ τὸ ἐκείνου γένος ἑξῆς μέχρι Σαρδανα πάλου, καθὰ Βίωνι καὶ Ἀλεξάνδρῳ δοκεῖ τῷ Πολυίστορι. Σαρδανάπαλον 440 δὲ ἀνεῖλεν Ἀρβάκης ὁ Μῆδος καὶ Βελεοῦς ὁ Βαβυλώνιος, καὶ μετήγαγεν εἰς Μήδους τὴν βασιλείαν. ἐβασίλευσαν οὖν οἱ Ἀσσύριοι ἔτη ατςʹ. οὕτω γὰρ λέγοντι Κτησίᾳ καὶ ∆ιόδωρος ὁ Σικελιώτης συμφθέγγεται. τῶν δὲ Μήδων λʹ ἔτη βασιλευσάντων, τὸν ὕστατον βασιλέα Μήδων Ἀστυάγην Κῦρος καθεῖλεν ὁ Πέρσης καὶ εἰς Πέρσας τὴν ἡγεμονίαν μετήγαγεν. Ἐβασίλευσαν δὲ οἱ Πέρσαι ἔτη σκηʹ μέχρις ∆αρείου τοῦ Ἀρσάμου, ὃν νικήσας ὁ Φιλίππου Ἀλέξανδρος Μακεδόσι τὴν Περσῶν βασιλείαν παρ έδωκεν. ἐκράτησαν δὲ τῆς Περσικῆς ἀρχῆς Μακεδόνες ἔτη ςζγʹ, οὓς ἐκ βαλὼν Ἀρσάκης ὁ Παρθυαῖος Πάρθοις τὴν βασιλείαν Περσῶν παρέδω κεν· ἔνθεν καὶ Ἀρσακίδαι οἱ βασιλεῖς Περσῶν ὀνομάζονται. Ἐβασίλευσαν δὲ Πάρθοι ἀπὸ Ἀρσάκου ἀρξάμενοι μέχρις Ἀρταβάνου ἔτη σοʹ. ἐβασίλευσε δὲ Ῥωμαίων ὁ Μαμμαίας Ἀλέξανδρος, ἡνίκα Ἀρτάβανος ὁ Πάρθος Περσῶν ἐβασίλευσε. μετὰ δὲ τὸν Ἀρτάβανον τὸ γένος Χοσρόου βασιλεύειν ἤρξατο. ἤρξατο δὲ οὕτως· Ἀρταξέρξης Πέρσης ἀφανής τε καὶ ἄδοξος ἀθροίσας ἄνδρας ἀτάκτους ἀνεῖλεν Ἀρτάβανον καὶ πε ριέθετο κίδαριν, καὶ αὖθις Πέρσαις ἐπανήγαγε τὴν βασιλείαν. ἦν δὲ μάγος καὶ ἐξ ἐκείνου οἱ μάγοι γεγόνασι παρὰ Πέρσαις ἐπίδοξοι. λέγουσι δὲ τὴν τοῦ Ἀρταξέρξου μητέρα ἀνδρὶ συνοικεῖν Παβεκῷ τοὔνομα σκυτοτόμῳ μὲν τὴν τέχνην, ἀστρολόγῳ δὲ καὶ περὶ ταῦτα ἐνησκημένῳ. στρατιώτην δὲ ὀνόματι Σάνανον διὰ τῆς Καδουσαίων πορευόμενον χώρας ὑποδεχθῆναι εἰς τὸν οἶκον Παβεκῷ, καὶ προγνῶναι δῆθεν διὰ τῆς ἀστρολογίας τὸν Παβεκὸν ὅτι δὴ ἡ τοῦ Σανάνου γονὴ ἐπὶ μέγα εὐδαιμονίας ἀρθήσεται. μὴ ἔχων δὲ θυγατέρα ἢ ἀδελφὴν ἢ ἄλλο πρὸς γένος συναπτόμενον γύναιον, συγκατέκλινε τὴν ἰδίαν γαμετὴν τῷ Σανάνῳ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἀρταξάρην. 441 Ἐξ ἐκείνου τοίνυν τοῦ Ἀρταξάρου τοῦ καὶ Ἀρταξέρξου τὸ Χοσρόου