197
δομεστίκου καὶ ὅσοι ἐπεδήμουν Βυζαντίῳ τῶν συγκλητικῶν. πολλὰ δὲ πρὸς ἀλλήλους τῶν Γρηγορίων ἀντειπόντων, ἐπεὶ ὁ Ἀκίνδυνος ἐφαίνετο τὰ ἴσα Βαρλαὰμ καὶ λέγων καὶ φρονῶν, ψῆφος μὲν ἐξενήνεκται κοινὴ ἐπισκόπων τε καὶ τῶν συγκλητικῶν κατὰ Ἀκινδύνου καὶ τῶν αὐτῷ φρονούντων ἴσως, ὡς τὰ αἱρετικῶν φρονούντων καὶ λεγόντων. ἀφορίζονται δὲ καὶ τῆς κοινωνίας τῶν ὀρθοδόξων, εἰ μὴ ἐπιστρέφοιεν, ἀλλ' ἐπι 1.557 μένοιεν τῇ κακίᾳ· οὐ μὴν ἐκεῖνοι μόνοι, ἀλλὰ καὶ εἴ τις ἄλλος ὕστερον τοῖς ἴσοις ἐπιχειρήσοι καὶ Παλαμᾷ καὶ τοῖς λοιποῖς ὡς οὐκ ὀρθῶς φρονοῦσιν αἰτίαν ἐπαγάγοι, ὑπὸ τὴν αὐτὴν ἐπιτιμίαν εἶναι, εἰ μὴ μεταβάλλοι καὶ αὐτός. ἐπὶ τούτοις δὲ καὶ τόμον συνθέντες κατὰ τὸ ἀρχαῖον τῶν συνόδων ἔθος καὶ ὑπογράψαντες αὐτὸν ὅ,τε πατριάρχης Ἰωάννης καὶ ἀρχιερέων ὅσοι τότε παρῆσαν, ὕστερον γὰρ καὶ ἕτεροι πολλοὶ τοῖς προτέροις ὑπογεγράφασι σύμψηφοι γεγενημένοι, Παλαμᾷ καὶ τοῖς αὐτῷ συνοῦσιν ἐγχειρίζουσιν εἰς δικαίωσιν. ἀλλὰ ταῦτα μὲν ὕστερον. τότε δὲ ἡ σύνοδος ἐπεὶ διελέλυτο, τῶν ἄλλων ἑκάστων διεσκεδασμένων, ὁ βασιλεὺς ἐκέλευσεν ἐν τῇ μονῇ τῶν Ὁδηγῶν ἀναπαύλης τινὸς τυχεῖν· καὶ γενόμενος ἐκεῖ, εἰς τὴν ὑστεραίαν ἤρξατο πυρέττειν ὁμαλῶς καὶ ἐδόκει τοῖς τῶν ἰατρῶν παισὶ τὴν κατὰ τὴν σύνοδον ταραχὴν καὶ ἀσιτίαν τοῦ πυρετοῦ αἰτίαν γεγενῆσθαι. δευτέρᾳ δὲ ἡμέρᾳ πρὸς τῇ κεφαλῇ ἐνσκῆψαν τὸ κακὸν πονηρὰς παρεῖχε τὰς ἐλπίδας. ἐφαίνετο γὰρ τῶν ὀξυτάτων εἶναι. τρίτῃ δὲ τῇ μετ' αὐτήν. ἕωθεν μὲν ἐδόκει ἐνδιδόναι καὶ τοῖς ἰατροῖς ὑπέφαινε χρηστὰς ἐλπίδας· ἐπεὶ δὲ ἤδη περὶ μεσημβρίαν ἦν, μεταβαλὸν ἐξαίφνης οὐ μετὰ πολὺ ἀποτεθνήξεσθαι ἐδήλου βασιλέα, καὶ ἰατροῖς οὐδεμία σωτηρίας ὑπελείπετο ἐλπίς. ἐπεὶ δὲ τοιαῦτα διεθρυλλήθη, τῷ μεγάλῳ δομεστίκῳ Ἀπόκαυχος ὁ παρακοιμώμενος προσελθὼν, συνεβούλευεν ἔχεσθαι τῶν πραγμάτων καὶ παρασήμοις κοσμεῖσθαι βασιλικοῖς μετὰ τὴν βασιλέως τελευτήν· βασιλέα γὰρ ἐν ζῶσιν ἔτι μὴ εἶναι προσδοκᾷν. πάντως δὲ οὐδὲν καινὸν ποιήσειν, ἀλλ' ὅπερ αὐτός τε πολλάκις 1.558 ἠνάγκασεν ὁ βασιλεὺς καὶ Ῥωμαίων οὐκ ὀλίγοι ἴσασιν οὐδαμῶς ἐλάττω τιμὴν ἀποδιδόντες βασιλέως. οὐ μὴν οὐδὲ πολλοῦ δεήσεσθαι πόνου καὶ ἀγώνων, ἀλλ' ἀρκεῖ μόνον εἰπεῖν, καὶ πάντας ἔχειν ὑπακούοντας ἑτοίμως. αὐτόν τε πρότερόν τε παρὰ πάντα τὸν βίον καὶ νῦν οὐχ ἧττον ἕτοιμον εἶναι τὰ λυσιτελεῖν αὐτῷ ποιεῖν δοκοῦντα, οὐ μόνον χρημάτων καὶ καμάτων ἀφειδοῦντα, ἀλλὰ καὶ ψυχὴν προθύμως ὑπὲρ τῶν ἰδίᾳ τι αὐτῷ διαφερόντων προϊέμενον, πάντων αὐτῷ μάλιστα ὄντα ὀφειλέτην. πολλῶν γὰρ ἀπολελαυκέναι τῶν εὐεργεσιῶν τῶν παρ' αὐτοῦ, οὐ βασιλεῖ μόνον τὴν ἀρχὴν καὶ προσαγαγόντα καὶ οἰκειώσαντα, ἀλλὰ καὶ ὕστερον βασιλέως ὠργισμένου παραιτησάμενον αὐτὸν καὶ τοῦ δεσμωτηρίου ἀπαλλάξαντα, καὶ μέχρι νῦν εἰς ὅπερ ἐστὶ σχῆμα δι' αὐτοῦ ἠγμένον. Ὁ μὲν οὖν τοιαῦτα εἶπε. μικρὸν δὲ ὁ μέγας δομέστικος ἐπισχὼν, Οὐκ ἄν μοι δοκῶ τοιαῦτα, εἶπε, παραστῆναι περὶ σοῦ ποτε, μηδ' εἰς τοσοῦτον ἥκειν ἐμὲ φαυλότητος ἡγεῖσθαι τρόπων, ὥστε, βασιλέως ἔτι ζῶντος ἢ καὶ μετὰ τελευτὴν, ἢ σοὶ πεισθήσεσθαι ἢ ἑτέρῳ ὁτῳοῦν, τῆς μὲν εἰς ἐμὲ βασιλέως φιλίας ἢ μᾶλλον εἰπεῖν συμπνοίας ἀμνημονῆσαι, τῶν ἰδίᾳ δέ τι ἐμοὶ ζητεῖν διαφερόντων, ἀμελήσαντα τῶν κοινῇ τοῖς βασιλέως παισὶ καὶ βασιλίδι συμφερόντων. διὸ καὶ μάλιστά σου κατεγνωκέναι, εἰ τοιαῦτα παραινῶν ἤλπισας πείσειν. Τοῦ δ' αὖθις ἐπιχειροῦντος ὡς 1.559 τὰ βελτίω πείθειν συμβουλεύει, «παῦσον» εἶπε «τοιαῦτα λέγειν. ὃς γὰρ, τοῦ φίλου τεθνεῶτος, μὴ τοὺς φιλίας τηρεῖ θεσμοὺς, οὗτος οὐδὲ ζῶντος ἦν φίλος ἀληθής.» πρὸς μὲν οὖν τὸν μέγαν δομέστικον οὐδὲν ἔτι εἶπεν, οὕτως ἐμβριθῶς ἀποκρινάμενον· τῇ μητρὶ δὲ αὐτοῦ προσελθὼν, τὰ ἴσα ἐπεχείρει πείθειν, οἰόμενος, ἂν ταύτην πεῖσαι δυνηθῇ, τὸ σπουδαζόμενον ἠνυκέναι, ὡς οὐκ ἂν ἀντειπόντος τοῦ υἱοῦ ὅ,τι ἂν τῇ μητρὶ δοκοίη καὶ λυσιτελὲς ὁμοῦ καὶ δίκαιον. ὡς δὲ καὶ παρ' ἐκείνης τῆς ἴσης ἔτυχεν ἀπολογίας ἢ καὶ αὐστηροτέρας, μὴ τοιαῦτα κελευούσης συμβουλεύειν, ἃ μὴ συμφέρει πράττειν τὸν υἱὸν, παντελῶς ἀπέσχετο