197
τὸν Σαβῖνον, ἠπείγετο τοῖς ἐν ̓Ιουδαίᾳ πολιορκουμένοις ἀλέξασθαι. ἀθροισθείσης δὲ ἐν Πτολεμαΐδι τῆς αὐτοῦ δυνάμεως πάσης, μέρος τι ταύτης τῷ υἱῷ παραδοὺς Γαλιλαίους ἐξέπεμψε πολεμεῖν· ος συμβαλὼν ἐκείνοις ἐκράτησεν. Ουαρος δὲ τῷ λοιπῷ τοῦ στρατεύματος προσιὼν εἰς ̔Ιεροσόλυμα, εἰς δειλίαν τοὺς πολιορκοῦντας τῶν ̓Ιουδαίων ἐνέβαλε· καὶ λιπόντες τὴν πολιορκίαν ἡμίεργον ῳχοντο. Οὐάρου δὲ τοῖς ̔Ιεροσολυμίταις ἐγκαλοῦντος διὰ τὸν πόλεμον, ἐκεῖνοι τὴν τοῦ πλήθους σύνοδον διὰ τὴν ἑορτὴν ελεγον γεγονέναι, τὸν δὲ πόλεμον παρὰ τῶν ἐπηλύδων. καὶ ὁ Ουαρος πέμψας κατὰ τὴν χώραν ἐπεζήτει τοὺς αἰτίους τῆς στάσεως, καὶ εὑρὼν ἐνίους ἐκόλασε· δισχίλιοι γὰρ ἐσταυρώθησαν. καὶ ετεροι δὲ περὶ μυρίους Οὐάρῳ κατ' αὐτῶν ὡρμηκότι παρέδωκαν ἑαυτούς· ὁ δὲ πρὸς Καίσαρα πέμπει τοὺς ἡγεμόνας αὐτῶν· Καῖσαρ δὲ μόνους ἐκόλασεν οσοι συγγενεῖς οντες ̔Ηρώδου συνεστρατεύοντο τοῖς στασιασταῖς. Εἰς δὲ ̔Ρώμην ἐξ ̓Ιουδαίας πρέσβεις ἀφίκοντο, καὶ τοῦ Καίσαρος συστησαμένου συνέδριον οἱ πρέσβεις συνισταμένους εχοντες τῶν ἐπὶ ̔Ρώμης ̓Ιουδαίων περὶ ὀκτακισχιλίους αὐτονομίαν ῃτουν. καὶ ἐπὶ κατηγορίαν τῶν ̔Ηρώδου τρέπονται παρανομημάτων· 2.5 οὐ γὰρ βασιλέα, τύραννον δ' ἐκεῖνον ἐκάλουν. πολλῶν γὰρ πολλάκις κακώσεων τῷ εθνει εφησαν συμβεβηκυιῶν οὐδεμίαν ἐξισοῦσθαι ταῖς αὐτῷ ἐπενηνεγμέναις παρ' ἐκείνου κακώσεσιν. οἰόμενοι ουν πάντα τῆς βασιλείας κρατήσοντα ̔Ηρώδου εσεσθαι μετριώτερον, ἀσμένως τὸν ̓Αρχέλαον προσειπεῖν βασιλέα. ὁ δὲ δείσας μὴ ωσπερ οὐχ ̔Ηρώδου νομίζοιτο παῖς, εἰ τοῖς ̓Ιουδαίοις ἠπιώτερος φαίνοιτο, τρισχιλίων ἀνδρῶν κατὰ τὸ τέμενος σφαγὴν ἐποιήσατο, καὶ ταῦτα μηδέπω σοῦ, Καῖσαρ, τὴν ἀρχὴν αὐτῷ βεβαιώσαντος. καὶ ταῦτα λέγοντες ἠξίουν βασιλείας καὶ τοιῶνδε ἀρχῶν ἀπηλλάχθαι, προσθήκην δὲ γεγονέναι Συρίας καὶ τοῖς ἐκεῖ στελλομένοις ̔Ρωμαίων στρατηγοῖς ὑποκεῖσθαι. Οἱ μὲν ουν ταῦτα ᾐτοῦντο, οἱ δὲ περὶ τὸν ̓Αρχέλαον ἀπολογούμενοι τούς τε βασιλεῖς, τὸν πατέρα λέγω καὶ τὸν υἱόν, τῶν ἐγκλημάτων ἀπέλυον, καὶ ̓Ιουδαίοις ἐπενεκάλουν στάσεις καὶ νεωτερισμούς. ὁ μέντοι Καῖσαρ βασιλέα μὲν οὐκ ἀποδείκνυσι τὸν ̓Αρχέλαον, τὸ δ' ημισυ δίδωσι τῆς πατρικῆς ἀρχῆς, ἐπαγγελλόμενος ὀνομάσειν καὶ βασιλέα αὐτόν, εἰ καλῶς αρχοι· ην δὲ ὁ τῆς αὐτῷ νεμηθείσης χώρας δασμὸς ὁ ἐτήσιος ἑξακόσια τάλαντα. τὴν δ' ἑτέραν ἡμίσειαν μοῖραν διχῇ διελὼν ̓Αντίπᾳ καὶ Φιλίππῳ παισὶν ἑτέροις ̔Ηρώδου διένειμε· καὶ τῷ μὲν ̓Αντίπᾳ ἡ νεμηθεῖσα χώρα εἰσφορὰν ἐποιεῖτο διακόσια τάλαντα, Φιλίππῳ δὲ ἡ παραδοθεῖσα μερὶς ἑκατὸν εἰσέφερε τάλαντα. τῇ δὲ Σαλώμῃ ἐφ' οις ὁ ̔Ηρώδης κατέλιπε καὶ τὸ ἐν ̓Ασκάλωνι βασίλειον δίδωσιν· ἐκ πάντων δ' εἰσήγετο ταύτῃ δασμὸς ἑξήκοντα τάλαντα. Καὶ ταῦτα μὲν ουτως διῴκητο· νεανίας δέ τις 2.6 ̓Ιουδαῖος εἰσῴκισεν ἑαυτὸν εἰς τὴν ̔Ηρώδου συγγέ2.6 νειαν, ἐπεὶ τὴν μορφὴν ὡμοίωτο ̓Αλεξάνδρῳ τῷ ἀνῃρημένῳ ̔Ηρώδου υἱῷ. καί τινα παραλαβὼν ὁμόφυλον ανδρα πονηρόν τε καὶ συγχέαι δυνάμενον πράγματα, ̓Αλέξανδρον ὠνόμαζεν ἑαυτὸν τὸν ̔Ηρώδου υἱόν, ὡς ὑπό τινων τῶν ἀνελεῖν αμφω τοὺς ἀδελφοὺς ἐσταλμένων αλλων ἀνῃρημένων, αὐτῶν δὲ περισωθέντων καὶ διακεκλεμμένων. καὶ λόγοις τοιούτοις ἠπάτα τοὺς ἐντυγχάνοντας, κἀντεῦθεν πλεῖστα συναγαγὼν χρήματα εἰς ̔Ρώμην ἠπείγετο. Καῖσαρ δὲ ἠπίστει μὲν ῥᾳδίως ἀπατηθῆναι ̔Ηρώδην, ἀγαγὼν δ' εἰς οψιν αὐτὸν τὸν ψευδαλέξανδρον οὐκ ἠπάτητο. τὸ μὲν γὰρ ειδος ειχεν ἐμφερὲς πρὸς τὸν ̔Ηρώδου ̓Αλέξανδρον, ὑπ' αὐτουργίας δ' ἐτετρύχωτο, καὶ πρὸς τὸ σκληρότερον αὐτῷ ἐπεφύκει τὸ σῶμα, ἀλλ' οὐχ ὡς τὸ ἐκείνου ὑπὸ τρυφῆς μεμαλάκιστο. ἐξήταζεν ουν ὁ Καῖσαρ περὶ ̓Αριστοβούλου ποῖ αν ειη· φαμένου δ' ἐκείνου ἐν Κύπρῳ καταλελεῖφθαι, ιν' ει τι περὶ ἐμὲ συμβαίη δεινόν, μὴ πάντῃ τὸ τῆς Μαριὰμ ἐπιλίπῃ γένος, κατὰ μόνας ὁ Καῖσαρ τὸν ψευδαλέξανδρον ἀπολαβὼν τἀληθὲς ἐρεῖν αὐτῷ προετρέπετο ἐπὶ μισθῷ τοῦ τυχεῖν σωτηρίας. ὁ δὲ ἐκφαίνει τῷ Καίσαρι τὸ σκαιώρημα. ὁ Καῖσαρ δὲ ἐρρωμένον αὐτὸν πρὸς αὐτουργίαν ὁρῶν, τοῖς ἐρέταις συνέταξε· τὸν δ' ἐπὶ τούτοις