197
συγκομισάμενοι καὶ παντοδαπὸν φορυτὸν καὶ ἐπινήσαντες κόπρον πῦρ ἐπέβαλον. epsilon.841 ̓Επιώρκει. ὑπερσυντέλικος. ̓Επιώψατο. κατέλεξεν, ἐξελέξατο. εστι δὲ ἀττικόν. ὁ δὲ βασιλεὺς ἐπιώψατο ἀῤῥηφόρους. ̓Επιπαρένησαν. ἀντὶ τοῦ ἐσώρευσαν. Θουκυδίδης· ταχὺ δὲ πλήρους γενομένου διὰ πολυχειρίαν ἐπιπαρένησαν. ̓Επιπλώσασ. ἀντὶ τοῦ ἐπιπλεύσας. καὶ ἐπιπλὼς παρ' ̔Ομήρῳ. παρὰ τὸ πλέω, πλώω, πλώσω, πλώσας, καὶ ἐν συγκοπῇ πλὼς, καὶ ἐπιπλώς. εστι δὲ ακλιτον, διότι ἡ φωνὴ αὐτοῦ ἀόριστός ἐστι· τὸ δὲ σημαινόμενον παρακείμενος. ̓Επιπολάζει. ἐπιπόλαιον πλέει. ̓Επιπροσθεῖ. ἐμποδίζει, ἐπίκειται. ̓Επιπραξάμενοι. ἐπὶ τοῖς προτέροις ἐπιπραξάμενοι σπονδὰς ἀνενεώσαντο. ̓Επιῤῥαπίζων. κωλύων. καὶ τὸ ὑφ' ἑαυτοῦ βούλεσθαι τὴν πρᾶξιν, ἐπιῤῥαπίζων αρα ἐκεῖνος. ̓Επιῤῥέξει. θύσει. Καί σοι ἐπιῤῥέξει Γόργος χιμάροιο νομαίης αιμα. ̓Επιῤῥωννύσ. ἐνισχύων. epsilon.842 ̓Επισεῖσαι. ἐπενεγκεῖν. παρεκάλουν μὴ χαλεπώτερον αὐτοῖς ἐπισεῖσαι τὸν κίνδυνον. ̓Επισημαίνεσθαι. ἀντὶ τοῦ ἐπαινεῖν μὲν καὶ ἐπιφωνεῖν ̓Ισοκράτης· ̓Ισαῖος δὲ ἀντὶ τοῦ ἐπισφραγίσαι. ̓Επισημῄνασθαι. βεβαιῶσαι, κυρῶσαι. ἐπισημῃναμένων δὲ τῶν ἐκ τῆς ̔Ελλάδος πρεσβευτῶν. ̓Επισιτίζω ἀεὶ, καὶ ἐπισίτισις, καὶ ἐπίσιτος, ὁ τροφῆς χάριν ἐργαζόμενος. ̓Επισκευάσασθαι. ἐπιφορτίσασθαι. ̓Επισκοπήσασ. ἐποπτεύσας. ̓Επισκήψω. παραγγείλω, καὶ ἀντὶ τοῦ σημειώσομαι, καὶ ἐπιστήσω τὸν νοῦν. ὑμῖν δὲ κοινὴν τήνδ' ἐπισκήπτω χάριν. ̓Επισκοτῶ καὶ ἐπισκοτεῖν. τὸ ἐπικεῖσθαι τινὶ καὶ ἀποτειχίζειν τὸ φῶς. ̓Επισπασάμενοσ. ἐφελκύσας. ὁ δὲ ἐπισπασάμενος τῆς κόμης τοῦτον κτείνειν εμελλεν. ̓Επισταθμευόμενοι. εἰς τοὺς ἑαυτῶν οικους δεχόμενοι. ἐπισταθμευομένους τὲ ὑπ' αὐτῶν epsilon.843 καὶ διαρπαζομένους. καὶ ἀντὶ τοῦ κρίνοντες καὶ ὑπονοοῦντες. ̓Επίστασαι. γινώσκεις. ̓Επισίξει. ποιόν τινα ηχον ἀναβοήσει. ἐκ τοῦ σίζω, σίσω, σίξω. ̓Επίσπῃ. εψεται. ̓Επισπόμενοσ. ἐπακολουθῶν. ἐπισπώμενος δὲ ὁ προσλαμβάνων καὶ ἐπισύρων, μέγα. *καὶ ἐπισπασάμενοι δὲ οἱ συνείροντες· τῷ προτέρῳ πταίσματι δεύτερα καὶ τρία.* ̓Επισπέρχει. ἐπισπουδάζει. ̓Επιστέλλει. ἐντέλλεται, ὑποτίθεται. νῦν ἐπιστέλλει σαφῶς τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν. ̓Επίστη. ἀντὶ τοῦ ἐπίστασαι. δεύτερος ἀόριστος. η ἀντὶ τοῦ ἐπιτίθει. ̓Επίστηθι. ἐπενέχθητι. ἐπιτέχθητι. ̓Απόστολος· ἐπίστηθι ἀκαίρως εὐκαίρως. epsilon.844 ̓Επιστομιεῖν. ἐμποδίσαι, κατασχεῖν. ̓Επίστω. γίνωσκε. ευ νῦν ἐπίστω ταῦθ' οταν ζητῇς ἐμοὶ ζητῶν ολεθρον. ̓Επιστεῖλαι. τὸ ἐντείλασθαι. Θουκυδίδης· ἐπιστείλαντες τὰ πρέποντα εἰπεῖν. ̓Επιστροφόωσιν. ἐπιστροφόωσι πόληας. ἐπιστρωφῶσι δὲ τὰ δύο μεγάλα. ̓Επισυνῄεσαν. συνηθροίζοντο. οἱ ἐξόπισθεν ἐπιλελυμένοι ἐπισυνῄεσαν. ̓Επισύρεται. ἐφέλκεται. ̓Επιτέλλεται. ἐντέλλεται, παραγγέλλει. ̓Επισχών. κρατήσας. ̓Επισύρων. χλευάζων, γελῶν. ̓Επισκήπτει. μέμφεται, ἐπιτιμᾷ. ̓Επισκύζονται. ὀργίζονται. ̓Επισπάσθω. τὸ δέρμα ἑλκυέτω. ἀποστολικὴ ἡ λέξις. epsilon.845 ̓Επίσχεσ. πρόσεχε η κράτησον. ̓Επισχὼν τῷ στόματι. προσενεγκὼν η κωλύων. ̓Επισφραγίζων. βεβαιῶν. ̓Επιορκῶν. ἡ ἐπὶ πρόθεσις κεῖται καὶ ἀντὶ τῆς ὑπέρ. καὶ ὑπεράνω τῶν ορκων γίνεσθαι. καὶ ὑπερβαίνειν αὐτούς. ἐπιορκεῖ δὲ ὁ ἀνὴρ τὰ πολλά. ̓Επιέναι. ἐπελθεῖν. ̓Επιθειάσασ. θαυμάσας. ̓Επιειμένοι. περιβεβλημένοι, ἐνδεδυμένοι. ̓Επιόντι. ἐρχομένῳ. ̓Επιτέλλῃ. ἀντὶ τοῦ παραγγέλλῃ. παραγγέλλω. ̓Επιτεμόμενοσ. παρακόψας. κέλευσόν μοι ἀποθνήσκειν ἐπιτεμόμενος τοῦ σταυροῦ τὴν περίοδον. ̓Επιτεύξη. ἐπιτύχης. ̓Επιτεχνάζειν. πανουργεύειν. Ἐπιτίθεσθε. ἐνεδρεύετε. ̓Επιτέτραπται. ἀπονενέμεται. ̓Επιτέτριψαι. ποτὲ μὲν ἐπὶ ὑπερηφανίας τάττεται, ποτὲ δὲ ἐπὶ ἑκατέρας. καὶ μὴν ἐπιτέτριψαί γε. epsilon.846 ̓Επιτετράφαται. ἐπιτετραμμένοι εἰσὶν η ὑποτεταγμένοι. ῳ λαοὶ ἐπιτετράφαται. ἰστέον, οτι τὰ δισύλλαβα τῆς πρώτης συζυγίας τῶν βαρυτόνων τὰ τρέποντα τὸ ˉε εἰς ˉο κατὰ τὸν ἐνεργητικὸν παρακείμενον, ἐν τοῖς παθητικοῖς παρακειμένοις ἀναδέχεται τὴν τοῦ ἐνεστῶτος παραλήγουσαν. οιον λέγω, λέλοχα καὶ λέλεχμαι, κέκλοφα, κέκλεμμαι. εὑρέθη δὲ καὶ τὸ κέκλαμμαι. χωρὶς τῶν ἐχόντων τὸ ˉρ μετ'