197
διέπεις.» «Μεγάλαι σου αἱ κρίσεις, καὶ δυσδιήγητοι.» «Τούτους μὲν γὰρ ὡς πατὴρ νουθετῶν παρεκάλεσας· ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐζήτησας.» «Κύριος κριτής ἐστι, καὶ οὐκ ἔστι παρ' αὐτῷ δόξα ἀνθρώπου. Οὐ λήψεται πρόσωπον.» «Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.» «Πρόσωπον ὁ Θεὸς ἀνθρώπων οὐ λαμβάνει.» «Προσωποληψία οὐκ ἔστι παρ' αὐτῷ.» «Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων;» Οὔτε τὸ ἔλεος τοῦ Θεοῦ ἄκριτον, οὔτε ἡ κρίσις ἀνελεήμων· ἀλλὰ καὶ ἐλεῶν, κεκριμένως τοῖς ἀξίοις 96.88 ἐπιμετρεῖ τοὺς οἰκτιρμοὺς, καὶ κρίνων, ἐστοχασμένος τῆς ἀσθενείας ἡμῶν, ἐπάγει τὴν κρίσιν. Ἡ δικαία τοῦ Θεοῦ κρίσις ταῖς ἡμετέραις διαθέσεσιν ἐξομοιοῦται, καὶ οἷά περ ἂν τὰ παρ' ἡμῖν ᾖ, τοιαῦτα ἡμῖν ἐκ τῶν ὁμοίων ἀντιπαρέχει. Χρὴ γὰρ πάντως θερίσαι τινὰ ὅπερ ἔσπειρεν, καὶ οὐκ ἔστιν ἄλλως. Σπορὰ δέ ἐστιν ἡ ἀνθρωπίνη προαίρεσις· θέρος δὲ, τὸ ἐπὶ τῇ προαιρέσει ἀνταπόδομα. Ὥσπερ πᾶσι τοῖς γενομένοις σώμασιν ὑπὸ τοῦ Θεοῦ συνυπάρχει καὶ τὸ σκιὰν ἔχειν, οὕτως καὶ τῷ Θεῷ, δικαίῳ ὄντι, τοῖς τὰ καλὰ ἑλομένοις, καὶ τοῖς τὰ κακὰ προτιμήσασιν, ἀκόλουθόν ἐστι τὸ κατ' ἀξίαν ἑκάστῳ ἀπονεῖμαι. Οὐδὲν ὅλως τῶν ἀγαθῶν, κἂν μικρὸν ᾖ, παροφθήσεται παρὰ τοῦ κριτοῦ. Εἰ γὰρ τὰ ἁμαρτήματα μετὰ τοσαύτης ἐξετάζεται τῆς ἀκριβείας, ὡς καὶ ῥημάτων καὶ ἐνθυμημάτων τίνειν τιμωρίας ἡμᾶς, πολλῷ μᾶλλον τὰ κατορθώματα, κἂν μεγάλα ἢ μικρὰ, λογισθήσεται. -Εἷς ἐστι νεκρῶν καὶ ζώντων κριτὴς, ζυγοστατῶν ἑκάστῳ τὸ δίκαιον. Ὅταν ὁ Θεὸς ἀποφαίνηται, οὐδεμία τοῖς ἀντιλέγουσιν ὑπολείπεται πρόφασις. Ἀδέκαστος γὰρ ἡ ψῆφος ἐκείνη, οὔτε πρὸς χάριν, οὔτε πρὸς ἀπέχθειαν τοῦ Θεοῦ κρίνοντος, ἀλλὰ τῇ τῆς ψυχῆς ἀρετῇ γυμνῇ ψηφιζομένου. Τὸ νέμειν ἴσα τοῖς ἀνίσοις, τῆς μεγίστης ἐστὶν ἀδικίας. Ἄνθρωποι μὲν γὰρ πολλάκις καὶ βασκανίᾳ διαβάλλουσι τὰ καλά· τὸ δὲ ἄνω θέατρον ἀδεκάστως κρίνει τὰ πράγματα, καὶ ἡ ἀλήθεια τῶν γινομένων τὴν ψῆφον βραβεύει.
ΤΙΤΛ. ΙΒʹ. -Περὶ καρδίας καθαρᾶς καὶ συνειδήσεως.
«Πάσῃ φυλακῇ τηρήσῃς σὴν καρδίαν. Ἐκ γὰρ ταύτης ἔξοδοι ζωῆς.» -»Κτῆμα τίμιον ἀνὴρ καθαρός.» -»Βουλὴ καλὴ φυλάξει σε, ἔννοια δὲ ὁσία τηρήσει σε, ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς, καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν.» -»Καρδία ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ἀπὸ Θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ.» -»Ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσὸς, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Θεῷ.» - »Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ.» - «Ἀπὸ τῶν διανοημάτων αὐτοῦ πλησθήσεται ἀνὴρ συνετός.» -»Ἀγαπᾷ Κύριος ὁσίας καρδίας. ∆εκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι.» - »Περιπάτει ἐν ὁδοῖς καρδίας σου ἄμωμος, καὶ γνῶθι ὅτι ἐπὶ πᾶσι τούτοις ἄξει σε ὁ Θεὸς εἰς κρίσιν. Καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου, καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου.» «Μακάριος, οὗ οὐ κατέγνω ἡ ψυχὴ αὑτοῦ.» 96.89 «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» «Ἡ καύχησις ἡμῶν αὕτη ἐστὶν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν· ὅτι ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ τοῦ Θεοῦ, καὶ οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ' ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ.» «Ἐὰν ἡ καρδία μὴ καταγινώσκῃ ἡμῶν, παῤῥησίαν ἔχομεν πρὸς τὸν Θεὸν, καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ' αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν.» Πρῶτον μακαριστὸν, τὸ ἐν τῇ διανοίᾳ ἡμῶν καθαρόν· ἐπειδὴ ῥίζα τῶν διὰ τοῦ σώματος ἐνεργειῶν τὸ ἐν καρδίᾳ βούλευμα. ∆ῶρον Θεῷ κάλλιστόν ἐστιν ὁ τρόπος. Κἂν πάντ' ἐνέγκῃς, οὐδὲν οἴσεις ἄξιον. Ὃ καὶ πενὴς δίδωσι, τοῦτο πρόσφερε. Μίσθωμα πόρνης ἁγνὸς οὐ μερίζεται. Οἱ λαμπροὶ τὴν συνείδησιν, υἱοὶ φωτὸς καὶ ἡμέρας προσαγορεύονται. Οὐδὲν οὕτως ἡμᾶς εὐφρονεῖν εἴωθεν, ὡς συνειδὸς χρηστὸν, καὶ ἐλπίδες ἀγαθαί. Τὸ συνειδὸς ἀγαλλόμενον συγκαλλωπίζει αὐτῷ καὶ τὸ πρόσωπον, καὶ ἄρδει τὰς παρείας ἡ τῆς ψυχῆς εὐρωστία. Καὶ γὰρ οὐχ ἁπλῶς εἴρηται τῷ Σοφῷ· Καρδίας εὐφραινομένης, πρόσωπον θάλλει. Οὐχ ἡ τῶν πράξεων ἀποχὴ δικαιοῖ τὸν πιστόν·