15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
Εἰ γοῦν οὕτω ταῦτα, καὶ τοῦ θείου καθαρῶς ἀσωμάτου τυγχάνοντος καὶ πάντῃ ἑαυτῷ ὁμοίου καὶ ἀμεροῦς, πῶς χώραν ἔχει τὸ δυσθεώρητον; ἢ γὰρ ἄν, ἀνεκφοίτητον πάντῃ τῆς οἰκείας τυγχάνον φύσεως, ἀθεώρητον τοῖς θηρῶσιν ᾖ, ἤ, εἰ ἐκ μέρους κατείληπται, ὅλον διέγνωσται, καὶ πῶς δυσθεώρητον; ταύτην οὖν ὅλην τὴν ἀντίθεσιν ὁ πατὴρ ἐν ὀλίγαις συγκεφα λαιωσάμενος συλλαβαῖς, «κἄν τις οἴηται» φησί «τῷ ἁπλῆς εἶναι φύσεως ἢ τελέως ἄληπτον ἢ τελέως ληπτόν». εἰ γὰρ ἁπλοῦν τὸ θεῖόν ἐστιν, ἀλλ' οὐχὶ καὶ φύσις αὐτῷ ἡ ἁπλότης καθέστηκεν, ἀλλὰ περὶ τὴν φύσιν, ἥτις ποτέ ἐστιν· ὥσπερ γὰρ οὐ φύσις ἡμῶν τὸ συντεθεῖσθαι, ἀλλὰ τοῦ κράματος κατηγορία, οὕτως οὐδὲ ἐκείνῳ οὐσία ἡ ἁπλότης ἐστίν, ἀλλὰ περὶ τὴν οὐσίαν θεώρημα. ἄλλο γάρ τι ὂν ἁπλοῦν ἐστιν, ὥσπερ ἄλλο τι ὄντες ἡμεῖς σύνθετοι· ἁπλοῦν γὰρ καὶ τὸ αἰθέριον πῦρ, ἀλλ' οὐ δὴ αὐτῷ ὕπαρξις ἡ ἁπλότης, ἀλλ' ὄντι πυρὶ αὕτη συμβέβηκεν. ὁ γοῦν οἰόμενος Ἕλλην ὡς περὶ ἁπλότητος τῆς τοῦ θείου ὑπάρξεως οὐ καλῶς οἴεται· γεν νήσεις γὰρ καὶ ἀγεννησίαι, καταλήψεις τε καὶ ἀκαταληψίαι, συνθέσεις τε καὶ ἁπλότητες, ἄλλο τι παρὰ τὴν φύσιν εἰσί, καὶ τὰ μὲν ἡμέτερα τυγχάνει παθήματα, τὰ δὲ ἐκείνων οἷς καὶ συμβέβηκε. διὰ τοῦτο ὑπαντῶν ὁ μέγας τὸ ἄπορον ἐπιλύεται, ὅτι μὴ χρὴ διὰ τῆς ἁπλότητος ἢ τελέως ἄληπτον οἴεσθαι τὸν θεὸν ἢ τελέως ληπτόν. εἰ μὲν γὰρ οὐδὲν ἄλλο εἴη θεὸς ἢ ἁπλότης, ἐχρῆν τοῦτον τὸν λόγον ἐπαληθεύειν· ἐπεὶ δὲ ἄλλο τι ὄντι ἐπι τεθεώρηται τὸ ἁπλοῦν, κενόσπουδος ὁ καταναγκάζων τὰ τοῖς κατηγορου μένοις ἐπιθεωρούμενα καὶ τοῖς ὑποκειμένοις συνεπιθεωρεῖσθαι ἀεί. καὶ σὺ μὲν βούλει μὴ δυσθεώρητόν με λέγειν τὸ θεῖον, ἀλλ' ἢ ἀθεώρητον πάντῃ ἢ τελέως θεωρητόν, ὅτι τὴν φύσιν ἁπλότης ἐστίν, ἐγὼ δὲ τὴν ἁπλότητα φύσει μὲν εἶναί τισι δώσω, φύσιν δὲ οὐκ ἂν συγχωρήσαιμι· τὴν δὲ τοῦ φύσει καὶ φύσεως διαφορὰν σαφέστατα ἡ Ἀριστοτέλους τρανοῖ Φυσική. ἐπεὶ οὖν ἀποδεικτικῶς ἡ ἁπλότης ἀνῄρηταί σοι ὡς οὐ φύσις ἐστὶ τοῦ θεοῦ, συνανῄρηται καὶ τὸ περὶ ταύτην θεώρημα τὸ ἐκ μέρους ἔχειν τὸ πᾶν· ἰσχύει δ' ἐντεῦθεν μάλα τὸ δυσθεώρητον. Τί δὲ κωλύει καὶ λόγον ἄλλον, τὸ μὲν κατειλῆφθαι τοῦ θείου, τὸ δ' ἀκατάληπτον εἶναι; εἰ μὲν γὰρ μή τινες ἦσαν χαρακτῆρες ταῖς μετ' ἐκεί νην ἁπλαῖς φύσεσιν ἢ καὶ συνθέτοις, τοῖς θείοις ἰδιώμασι καλλυνόμενοι, δι' ὧν τὸ συγγενὲς ἐλλαμπόμεθα, εἶχεν ἄν σοι λόγον ἡ ἀπορία. ἐπεὶ δὲ νόες πρῶτοι καὶ δεύτεροι καὶ φύσεις ἄλλαι μετ' ἐκείνας, ἄνθρωποί τε καὶ τὰ λοιπὰ εἴδη, εἰκόνας τινὰς ἔχει τῆς πρώτης ἀρχετυπίας, δι' ὧν οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον τὴν γνῶσιν ἐκείνης θηρεύουσι, διὰ τί μὴ τοῦ θείου τὰ μὲν κατειλῆφθαι, τὰ δ' ἐν ἀπορρήτοις κεῖσθαι θαρρούντως δι ισχυρισαίμην; ἐγὼ δέ φημι καὶ τὴν ὕλην, τὴν πάντῃ ἀπῳκισμένην θεοῦ, τὸ ἄκρατον αἶσχος, τὸ ἐν τοῖς οὖσι μὴ ὂν καὶ ἐν τοῖς μὴ οὖσιν ὄν, τῆς θείας ἔχειν ἀπηχήματα φύσεως· οὐδὲ γὰρ αὕτη ἀπηλλοτρίωται τοῦ ἐπιτηδείως ἔχειν πρὸς τὴν ὑποδοχὴν τῶν εἰδῶν. εἰ δὲ τὰ μὲν ἐγγίζει θεῷ, οὐ τοπικοῖς διαστήμασιν, ἀλλὰ νοεραῖς ἰδιότησι, τὰ δ' ἧττον ἀφ έστηκε, τὰ δὲ μᾶλλον, λόγον ἔχει δήπου τὰ μὲν ἐγγυτέρω τὸ πλέον ἔχειν, τὰ δ' ἀπωτέρω τὸ ἔλαττον κατὰ τὴν ἀναλογίαν τῆς διαστάσεως, ὅσον τοῖς μὲν τόσον κατείληπται, τόσον δὲ κέκρυπται, τοῖς δὲ πλέον τοῦ κατειλημμένου τὸ κεκρυμμένον, τοῖς δ' ἐπὶ μᾶλλον, ὅσοις ἡ ὕλη πλείων ἢ ἐλάττων ἐστίν. οὐ τοίνυν διὰ τὴν ἁπλότητα πάντῃ καταληπτὴ ἢ τέλεον ἀκατάληπτος, ἀλλὰ διὰ τὸ ἄλλο εἶναί τι παρὰ τὴν ἁπλότητα καὶ τὴν τῶν ὑποδεχομένων ἐπιτηδειότητα μείζονα καὶ ἐλάττονα τὸ μέν τι τοῦ θείου ἀγαθοδότως φοιτᾷ πρὸς ἡμᾶς, τὸ δ' ἐν τοῖς ἄνω μένει βυθοῖς. 87 Εἰς τὸ «τὸ γὰρ ἦν καὶ ἔσται τοῦ καθ' ἡμᾶς χρόνου τμήματα καὶ τῆς ῥευστῆς φύσεως»