197
"Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλή θεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ."
ΕΡΜΗΝ. ΤΟΥ ΠΕʹ ΨΑΛΜΟΥ. "Προσευχὴ τῷ ∆αβίδ." Ὁ μὲν μακάριος ∆αβὶδ, κατὰ τὴν ἐπιγραφὴν,
προσενήνοχε τὴν προσευχὴν τῷ ∆εσπότῃ Θεῷ, ἐπικουρίας τινὸς ἀπολαῦσαι δεό μενος. Προθεσπίζει δὲ καὶ τὴν τῶν Ἀσσυρίων τὴν κατὰ τῆς Ἱερουσαλὴμ προσβολὴν, καὶ τοῦ Ἐζεκίου δὲ τὴν πρὸς τὸν Θεὸν ἐλπίδα. Προαγορεύει δὲ καὶ τῶν ἐθνῶν ἁπάντων τὴν κλῆσιν, καὶ σωτη ρίαν. αʹ. "Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ." Ταπεινοῦ φρονήματος τῆς προσευχῆς τὸ προοίμιον. Τῆς γὰρ δικαιοσύνης ἄμφω κεκτημένοι τὸν πλοῦτον, καὶ ὁ θεσπέσιος ∆αβὶδ, καὶ ὁ θαυμάσιος Ἐζεκίας, τοῦ τον μὲν οὐχ ἑώρων, εἰς δὲ τὴν τῆς φύσεως πενίαν ἐπέβλεπον, καὶ τὸν Θεὸν ἠντιβόλουν οἰκτεῖραι ταύ την πτωχείᾳ συνεζευγμένην. Τὸ δὲ, "Κλῖνον, Κύριε, τὸ οὖς σου," ἐκ μεταφορᾶς τέθεικεν ἀῤ ῥώστου τινὸς ὑπ' ἀσθενείας γεγωνότερον οὐ δυναμένου λαλεῖν, καὶ τὸν ἰατρὸν προσκλίνειν τῷ στόματι τὴν ἀκοὴν ἀναγκάζοντος. βʹ. "Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι." Οὐκ ἐναντία ὁ Προφήτης ἐφθέγξατο, πτωχὸν ὁμοῦ καὶ ὅσιον ὀνομάσας· ἀλλ' ἐπειδὴ καὶ οὗτος κἀκεῖ 80.1556 νος πολεμίους εἶχον ἀδίκους καὶ παρανόμους, οὐδὲν μὲν παρ' αὐτῶν ἠδικημένους, ἀδίκου δὲ σφαγῆς ἐφιεμένους. Ὅσιον δὲ καὶ ἑαυτὸν καὶ τὸν Ἐζεκίαν ὠνόμασεν, οὐδεμίαν αἰτίαν δεδωκότας τοῖς πολε μίοις. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Πτωχός εἰμι καὶ πένης κατ' ἐμαυτὸν κρινόμενος, καὶ οὐδεμίαν ἀρε τῆς ἔχω περιουσίαν· τοῖς μέντοι πολεμίοις παρα βαλλόμενος, ὅσιος ἀποφανθήσομαι. Οἱ μὲν γὰρ δυσ σεβεῖς καὶ παράνομοι· ἐγὼ δὲ τὴν σὴν ἐπίγνωσιν ἔχω· καὶ οἱ μὲν ἀδίκως ἐπίασιν· ἐγὼ δὲ τὴν ἄδικον προσδέχομαι προσβολήν. [Ταῦτα δ' ἂν εἴποι καὶ μέχρι τοῦ παρόντος καὶ παντὸς βίου ὁ παρὰ τὸ δο κοῦν αὐτῷ τῷ δικαίῳ πολεμούμενος ὑπὸ τῶν ἀδικεῖν ἐθελόντων. Καλῶς οὖν ἔχων διὰ τῶν ἑξῆς ἔφησε·] "Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ." Ἐγὼ ἤλπισά σοι, ∆έσποτα, σῶσον· δὸς τῇ ἐλπίδι τῆς σωτηρίας ἀντίδοσιν. γʹ. "Ἐλέησόν με, Κύριε, ὅτι πρός σε κεκράξομαι ὅλην τὴν ἡμέραν." Τὴν σήν μοι, ∆έσποτα, φιλαν θρωπίαν παράσχου· διηνεκῶς γὰρ τὸν σὸν ἔλεον ἐπαγγέλλω. Τὸ γὰρ ὅλην τὴν ἡμέραν Σύμμαχος καθ' ἑκάστην ἡμέραν εἴρηκεν. δʹ. "Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου· [Καὶ τίνος ἕνεκεν λέγει.] "Ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου." Λῦσον τὴν ἀθυμίαν τῷ τὴν σὴν δουλείαν ἀσπαζο μένῳ, καὶ παράσχου θυμηδίαν ψυχῇ πρός σε νευούσῃ [καὶ τὸν σὸν ἔλεον προσμενούσῃ]. εʹ. "Ὅτι σὺ, Κύριε, χρηστὸς, καὶ ἐπιεικὴς, καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε." Πέφυκας ἀγαθὸς, καὶ φιλάνθρωπος, καὶ χορηγεῖς τοῖς δεο μένοις τὰς τοῦ ἐλέου πηγάς. Τὸ δὲ ἐπιεικὴς Ἀκύλας καὶ Θεοδοτίων ἱλαστὴς εἰρήκασι. Καὶ ἡ ἐπιείκεια τοίνυν τὴν μακροθυμίαν αἰνίττεται. ʹ. "Ἐνώτισαι ὁ Θεὸς τὴν προσευχήν μου· καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου." Τοσαύ τῃ τοίνυν ἀγαθότητι χρώμενος, εὐμενῶς μου δέξαι τὴν δέησιν. [Ὁμοῦ δὲ καὶ τὸν καιρὸν ἐσή μανε διὰ τῶν ἑξῆς, ἐν ᾧ ἠντιβόλει τὴν ἱκετείαν δε κτὴν γενέσθαι]. ζʹ. "Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σὲ, ὅτι ἐπήκουσάς μου." Πεῖραν ἔχων τῆς σῆς ἡμερότητος, προσφέρω τὴν ἱκετείαν· καὶ ἤδη γὰρ ἀντιβολήσαντί μοι τὴν αἴτησιν ἔδωκας. ηʹ. "Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου." Ἐπειδὴ Ῥαψάκης ὁ δυσσεβὴς τοῖς ἀλαζονικοῖς ἐκείνοις ἐχρήσατο λόγοις· "Μὴ ἠδυ νήθησαν οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος ῥύσασθαι τὴν 80.1557 ἑαυτοῦ χώραν ἐκ χειρός μου, ὅτι ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου;" διδάσκει τοίνυν Ἐζεκίαν ἡ προφητεία βοᾷν· "Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου." Ἐκεῖνοι μὲν γὰρ πράγματος ἔρημον ἔχουσιν ὄνο μα, καὶ τοῦτο δὲ συλήσαντες