197
πατρικῇ σου ἁγιωσύνῃ, οὕτω πως ἐμποδισθεὶς ὑπὸ τῆς περιεχούσης με ἀσφαλείας· ἐπεὶ πάλαι ἀκηκοώς εἰμι τῆς διὰ Κύριον φυλακῆς καὶ ἐναθλήσεώς σου τὸν ἀγῶνα. ἀλλ' εὐλογητὸς ὁ θεός, ὁ καὶ τὴν σὴν ὁσιότητα καλέσας εἰς τὴν ὁμολογίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ, τοῦ Κυρίου καὶ θεοῦ ἡμῶν. οὐ γάρ τι ἄλλο ἐστὶν τὸ ὑπὲρ τῆς εἰκόνος τοῦ σωματικοῦ αὐτοῦ χαρακτῆρος ἐναθλεῖν ἢ τὸ περὶ αὐτοῦ μαρτυρεῖν· ἐπειδὴ ἓν καὶ ταὐτὸν τῇ ὁμοιωτικῇ ὑποστάσει ἡ εἰκὼν πρὸς τὸν εἰκονιζόμενον. ὅτι δὲ εἰκονίζεται Χριστὸς καὶ οἱ λίθοι κεκράγασι, διότι ὅμοιος ἡμῖν γέγονε κατὰ πάντα πλὴν ἁμαρτίας, καθὰ γέγραπται, ἁμαρτίας δέ, ὅτι ἄνευ σπορᾶς εἴληφε τὴν σάρκα καὶ ἐκυήθη παρθενικῶς ἐκ τῆς παναγίας αὐτοῦ μητρὸς καὶ Θεοτόκου. Ἐπεὶ οὖν ἡμεῖς εἰκονιζόμεθα ἅπαντες (ὃς γὰρ οὐκ εἰκονίζεται, οὐκ ἄνθρωπος, ἀλλά τι ἔκτρωμα, ὅτι καὶ πᾶν ζῶον εἰς φῶς ἐλθὸν εἰκονίζεσθαι πέφυκεν), εἰκόνισται δῆλον ὅτι καὶ Χριστός, κἂν τοῖς ἀθέοις οὐ δοκῇ, ἀρνουμένοις ἐντεῦθεν τὸ τῆς σωτηρίου οἰκονομίας μυστήριον. πῶς γὰρ ἂν ὁμολογηθείη ὁ υἱὸς τοῦ θεοῦ ἄνθρωπος χρηματίσαι καθ' ἡμᾶς, ὧν καὶ ἀδελφὸς ἠξίωσε κληθῆναι, μὴ ἐφίσης ἡμῖν περιγραφόμενος; πῶς δὲ γεννηθῆναι νόμῳ φύσεως, μὴ ἐμφερὴς ὢν τῇ οἰκείᾳ μητρί; εἰ οὖν οὐ περιγέγραπται, οὐκ ἐκ τῶν παρθενικῶν αὐτῆς αἱμάτων, ἐξ ὧν ἐπλαστούργησεν ἑαυτῷ ναόν, ἀλλ' οὐράνιον φέρων σῶμα, καθὼς Μαρκέλλῳ τῷ αἱρετικῷ δοκεῖ καὶ τοῖς πρὸ αὐτοῦ πάλαι ἀσεβέσιν. ἐντεῦθεν λοιπὸν οὐδὲ μήτηρ ἀληθὴς ἡ μήτηρ ἀλλὰ ψευδώνυμος, οὐδ' ἡμῖν ὅμοιος ἀλλ' ἑτερούσιος. οὐ μὴν οὔτε Ἀδὰμ ἀνακέκληται· πῶς γὰρ ἂν ἑτερογενεῖ ἀναστήσεται σώματι τὸ χοϊκόν; διότι τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνασῴζεσθαι δέδεικται. οὔτε οὖν ὁ θάνατος κατεπόθη κατὰ τὸ ἀκόλουθον οὔτε ἡ νομικὴ λατρεία πέπαυται· χρεία περιτομῆς καὶ τῶν λοιπῶν. Ὁρᾷς, ὦ τοῦ θεοῦ ἄνθρωπε, εἰς ὃ βάραθρον ἀσεβείας ἐληλακότες ἐνεπάρησαν ἐκ τοῦ μὴ ἐγγράφεσθαι τὸν Χριστὸν ἐν πίνακι δοξάζειν οἱ εἰκονομάχοι; ἰουδαΐζουσιν ἄρα ἀσφαλῶς. ἐντεῦθεν οὔτε τὴν Θεοτόκον οὔτε τινὰ τῶν ἁγίων παραδέχονται, διὰ τῆς τῶν οἰκείων αὐτῶν χαρακτήρων ἀρνήσεως τοὺς χαρακτηριζομένους βδελυττόμενοι· ἡ γὰρ τῆς εἰκόνος τιμὴ καὶ ἀτιμία ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὥς φησιν ὁ Μέγας Βασίλειος. βδέλυξαι τὸν τύπον τοῦ σταυροῦ· καὶ τίνα βδελύσσῃ; οὐχὶ τὸν ζωοποιὸν σταυρόν; οὕτως τοῦ βασιλέως, οὕτως οὑτινοσοῦν ἀνθρώπου· οὕτω καὶ τοῦ Χριστοῦ, τῆς τε μητρὸς αὐτοῦ καὶ παντὸς ἁγίου. ἤρνηται νῦν ὁ Χριστὸς καὶ δεδίωκται καὶ ἐξουδένωται. καὶ μακάριος εἶ, πάτερ, ἐναθλῶν καὶ ἀντεχόμενος τῆς ὀρθοδοξίας. Ἀλλὰ προσεύχου καὶ περὶ ἐμοῦ τοῦ οἰκτροῦ κατόπιν ἰέναι τῆς ἁγιωσύνης σου καὶ μὴ ἀπωσθῆναι διὰ τὰς ἁμαρτίας μου. 306 {1Οἰκονόμῳ}1 Ἤκουσα περὶ τῆς τιμιότητός σου ὅπως καλῶς ὑπὲρ Χριστοῦ ἠγωνίσατο, μάστιξιν ὑποβληθεῖσα καὶ φυλακῇ τηρουμένη, καὶ ηὐχαρίστησα πάλιν τῷ καλέσαντί σε εἰς τὴν αὐτοῦ ὁμολογίαν δεσπότῃ Χριστῷ, οὐ μόνον διὰ τὸ εἶναί σε τοῦ ἁγίου σχήματος, ἀλλ' ὅτι καὶ ἐν ὑποτακτίταις τελοῦντα, προσθείην δ' ἂν ὅτιπερ καὶ τοῦ ἐμοῦ μοναστηρίου· τὸ γὰρ ἐκ Συμβόλων εἶναι, ἐν ᾧ ὁ μακάριός μου πατὴρ καὶ ὑπετάγη τῷ ἱερῷ Θεοκτίστῳ καὶ ἠσκηκὼς ἐξέλαμψεν ἐν ἀρετῇ, ἐμοί ἐστι τῷ ταπεινῷ λογίζεσθαι τὸ σὸν κλέος καὶ μαρτύριον. εὖγε τοίνυν, ὦ καλὲ οἰκονόμε, στρατιῶτα Χριστοῦ, ἡγουμένους πολλοὺς ὑπερακοντίσας, μᾶλλον δὲ καταισχύνας, εἴ γε σὺ μὲν προβάτου τάξιν ἔχων ἀνάλωτος τῆς τῶν αἱρετικῶν θήρας ἀνεφάνης, οἱ δὲ τὸ δοκεῖν ποιμένες ὄντες, ὑπὸ τοῦ νοητοῦ λυκωθέντες θηρός, ἐλεεινὸν θέαμα πρόκεινται τοῖς πᾶσιν, αἱρέσει τῶν τῇδε καὶ φειδοῖ τῆς σαρκὸς προδεδωκότες διὰ τῆς συμπτώσεως εἴτε κοινωνίας εἴτε καὶ ὑπογραφῆς τῶν αἱρετιζόντων Χριστὸν τὸν θεὸν ἡμῶν, τὴν μόνην ἀλήθειαν. Χαῖρε λοιπόν, ποιμὴν ὡς ἀληθῶς τοῖς ἔργοις, χαῖρε, μάρτυς Κυρίου· τὸ τελεώτερον ἀνδρίζου πρὸς τὸ ἑξῆς. ἐμαστίχθης σὺν Χριστῷ, φυλακίζῃ ὡς αὐτός· δεῦρο δέξαι καὶ ῥαπίσματα, ἥλοις ἐμπάρθητι, λογχεύθητι, ὑψώθητι τῷ σταυρικῷ πάθει. μέχρι τοῦδε