197
πόλεως πτωθέντα διελάλησε τῷ λαῷ λέγων, ὅτι "ὑμεῖς οὐκ εὐπορεῖτε κτίσαι τὰ τείχη, ἀλλ' ἡμεῖς προσετάξαμεν τοῖς διοικηταῖς, καὶ ἀπαιτοῦσιν εἰς τὸν κανόνα κατὰ ὁλοκοτίνιν μιλιαρίσιν, καὶ λαμβάνει αὐτὸ ἡ βασιλεία καὶ κτίζει τὰ τείχη." ἐντεῦθεν οὖν ἐπεκράτησεν ἡ συνήθεια δίδειν τὰ δικέρατα τοῖς διοικηταῖς. ἔτος ἦν ἀπὸ μὲν κτίσεως κόσμου κατὰ Ῥωμαίους σμηʹ ἀπὸ Ἀδάμ, κατὰ δὲ Αἰγυπτίους ἤγουν Ἀλεξανδρεῖς σλβʹ, ἀπὸ δὲ Φιλίππου τοῦ κατὰ Μακεδόνας αξγʹ. ἐβασίλευσεν οὖν Λέων ἀπὸ κεʹ τοῦ Μαρτίου μηνὸς τῆς ιεʹ ἰνδικτιῶνος ἕως μηνὸς Ἰουνίου ιηʹ τῆς θʹ ἰνδικτιῶνος, βασιλεύσας ἔτη κδʹ, μῆνας βʹ, ἡμέρας κεʹ. ὁμοίως καὶ Κωνσταντῖνος, ὁ υἱὸς αὐτοῦ καὶ τῆς ἀσεβείας αὐτοῦ καὶ βασιλείας διάδοχος, ἀπὸ τῆς αὐτῆς ιηʹ τοῦ Ἰουνίου μηνὸς τῆς θʹ ἰνδικτιῶνος ἕως τῆς ιδʹ τοῦ Σεπτεμβρίου μηνὸς τῆς ιδʹ ἰνδικτιῶνος, βασιλεύσας καὶ αὐτός, παραχωρή413 σαντος τοῦ θεοῦ, ἔτη λδʹ, μῆνας γʹ, ἡμέρας βʹ. οὕτως οὖν, ὡς προέφημεν, τῷ αὐτῷ ἔτει τῆς θʹ ἰνδικτιῶνος μηνὶ Ἰουνίῳ ιηʹ τέθνηκε Λέων σὺν τῷ ψυχικῷ καὶ τὸν σωματικὸν θάνατον, καὶ αὐτοκρατορεῖ Κωνσταντῖνος, ὁ υἱὸς αὐτοῦ. καὶ ὅσα μὲν ἐπὶ Λέοντος τοῦ ἀσεβοῦς κακὰ Χριστιανοῖς συνέβη περί τε τὴν ὀρθόδοξον πίστιν καὶ περὶ τῶν πολιτικῶν διοικήσεων αἰσχροῦ κέρδους καὶ φιλαργυρίας ἐπινοίᾳ κατά τε Σικελίαν καὶ Καλαβρίαν καὶ Κρήτην, ἥ τε τῆς Ἰταλίας ἀποστασία διὰ τὴν αὐτοῦ κακοδοξίαν, σεισμοί τε καὶ λιμοὶ καὶ λοιμοὶ καὶ ἐθνῶν ἐπαναστάσεις, ἵνα τὰ κατὰ μέρος σιγήσω, ἐν τοῖς προλαβοῦσι δεδήλωται κεφαλαίοις. ἄξιον δὲ λοιπὸν ἐφεξῆς καὶ τοῦ δυσσεβεστάτου καὶ παναθλίου παιδὸς αὐτοῦ τὰς ἀθεμίτους διεξελθεῖν πράξεις ἀνοσιουργοτέρας καὶ θεομισήτους οὔσας, φιλαλήθως δὲ ὅμως, ὡς ἐφορῶντος τοῦ παντεπόπτου θεοῦ, καὶ ἀπερίττως εἰς ὠφέλειαν τοῖς μετέπειτα καὶ τοῖς νῦν πλανωμένοις ἀθλίοις καὶ ἀτασθάλοις ἀνδραρίοις εἰς τὴν τοῦ παρανομωτάτου βδελυρὰν κακοδοξίαν, τὰ ἀπὸ τῆς ιʹ λέγοντας ἰνδικτιῶνος, ἔτους πρώτου τῆς αὐτοῦ βασιλείας, δυσσεβῶς πεπραγμένα ἕως τῆς ιδʹ ἰνδικτιῶνος, ἔτους τῆς αὐτοῦ ἀπωλείας. αὐτὸς γὰρ ὁ πανώλης καὶ ἐμβρόντητος αἱμοβόρος τε καὶ ἀγριώτατος θὴρ τυραννικῶς καὶ οὐκ ἐννόμως τῷ κράτει χρησάμενος πρῶτον μὲν ἐκ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς ἀχράντου καὶ παναγίας μητρὸς αὐτοῦ καὶ πάντων τῶν ἁγίων διΐσταται, μαγείαις δὲ καὶ ἀσελγείαις καὶ αἱμοθυσίαις καβαλλίαις τε κόπροις καὶ οὔροις ἀπατώμενος, μαλακίαις τε μὴν καὶ δαιμόνων ἐπικλήσεσι χαίρων, [καὶ] πᾶσιν ἁπλῶς ψυχοφθόροις ἐπιτηδεύμασιν ἐκ νεαρᾶς ἡλικίας συνέζησεν. ἐπεὶ δὲ τὴν πατρικὴν ἀρχὴν σὺν τῇ κακίᾳ προσέλαβεν, τί δεῖ λέγειν, ὅσην ἐκ προοιμίων ὁ παμμίαρος τὴν κακίαν ἐκίσσησεν, καὶ εἰς προῦπτον ταύτην καὶ ἐναέριον ἀνερρίπισε φλόγα; οὐ μικρὰ γὰρ ταύτην βλέποντας τοὺς Χριστιανοὺς κατέλαβεν ἀθυμία, ὥστε πάντας ἐκ προοιμίων εὐθὺς δι' ἰταμότητα μισῆσαι αὐτόν, καὶ Ἀρταυάσδῳ κουροπαλάτῃ καὶ κόμητι τοῦ Ὀψικίου προστεθῆναι γαμ414 βρῷ τε αὐτοῦ ὄντι ἐπ' ἀδελφῇ Ἄννῃ, καὶ τὴν βασιλείαν αὐτῷ ὡς ὀρθοδόξῳ παραδοῦναι. Τῷ δ' αὐτῷ ἔτει ἀνεῖλεν Ἰσάμ, ὁ τῶν Ἀράβων ἀρχηγός, τοὺςκατὰ πᾶσαν πόλιν τῆς ὑπ' αὐτὸν ἀρχῆς αἰχμαλώτους Χριστιανούς, ἐν οἷς καὶ Εὐστάθιος, ὁ μακάριος υἱὸς Μαριανοῦ τοῦ περιβλέπτου πατρικίου, πολλὰ βιασθεὶς καὶ τὴν αὐτοῦ εἰλικρινῆ πίστιν μὴ ἀρνησάμενος μάρτυς ἀληθὴς ἀνεδείχθη εἰς Χαρράν, πόλιν οὖσαν τῆς Μεσοποταμίας ἐπίσημον, ἔνθα καὶ τὰ τίμια αὐτοῦ καὶ ἅγια λείψανα ἰάσεις παντοίας ἐπιτελοῦσι θείᾳ χάριτι· καὶ πολλοὶ δὲ ἕτεροι διὰ μαρτυρίου καὶ αἵματος ἐν Χριστῷ ἐτελειώθησαν. Κόσμου ἔτη σλγʹ. Τῆς θείας σαρκώσεως ἔτη ψλγʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λεʹ. αʹ. Ἀράβων ἀρχηγὸς Ἰσὰμ ἔτη ιθʹ. ιηʹ. Ῥώμης ἐπίσκοπος Ζαχαρίας ἔτη καʹ. ηʹ. Κωνσταντ. ἐπίσκοπος Ἀναστάσιος ἔτη κδʹ. ιβʹ. Τούτῳ τῷ ἔτει ὁ διώκτης τῶν πατροπαραδότων θεσμῶν Κωνσταντῖνος ἐβασίλευσε θείοις κρίμασι καὶ πλήθει πταισμάτων ἡμῶν. τῷ οὖν Ἰουνίῳ μηνὶ κζʹ τῆς ἐπέκεινα ιʹ ἰνδικτιῶνος ἐξελθὼν ἐν τοῖς μέρεσι τοῦ Ὀψικίου