198
νε. Eἴ τις κληρικὸς ὑβρίσει τὸν ἐπίσκοπον ἀδίκως, καθαι ρείσθω. «Ἄρχοντα γάρ, φησί, τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.» νς. Eἴ τις κληρικὸς ὑβρίσει πρεσβύτερον ἢ διάκονον, ἀφοριζέσθω. νζ. Eἴ τις κληρικὸς κωφὸν ἢ χωλὸν ἢ τυφλὸν ἢ τὰς βάσεις πεπηρωμένον χλευάσῃ, ἀφοριζέσθω· ὡσαύτως καὶ λαϊκός. νη. Ἐπίσκοπος ἢ πρεσβύτερος ἀμελῶν τοῦ κλήρου ἢ τοῦ λαοῦ καὶ μὴ παιδεύων αὐτοὺς τὴν εὐσέβειαν ἀφοριζέσθω, ἢ ἐπιμένων τῇ ·ᾳθυμίᾳ καθαιρείσθω. νθ. Eἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος, τινὸς τῶν κληρικῶν ἐνδεοῦς ὄντος, μὴ ἐπιχορηγεῖ τὰ δέοντα, ἀφοριζέσθω· ἐπι μένων δὲ καθαιρείσθω, ὡς φονεὺς τοῦ ἀδελφοῦ αὐτοῦ. ξ. Eἴ τις τὰ ψευδεπίγραφα βιβλία τῶν ἀσεβῶν ὡς ἅγια ἐπὶ τῆς Ἐκκλησίας δημοσιεύει ἐπὶ λύπῃ τοῦ λαοῦ καὶ τοῦ κλήρου, καθαιρείσθω. ξα. Eἴ τις κατηγορία γένηται κατὰ πιστοῦ πορνείας ἢ μοιχείας ἢ ἄλλης τινὸς ἀπηγορευμένης πράξεως καὶ ἐλεγχθῇ, εἰς κλῆρον μὴ προαγέσθω. ξβ. Eἴ τις κληρικὸς διὰ φόβον ἀνθρώπινον Ἰουδαίου ἢ Ἕλληνος ἢ αἱρετικοῦ ἀρνήσηται, εἰ μὲν τὸ ὄνομα τοῦ Χριστοῦ, ἀποβαλλέσθω, εἰ δὲ τὸ ὄνομα τοῦ κληρικοῦ, καθαι ρείσθω· μετανοήσας δὲ ὡς λαϊκὸς προσδεχέσθω. ξγ. Eἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἢ ὅλως ἐκ τοῦ καταλόγου τοῦ ἱερατικοῦ φάγῃ κρέας ἐν αἵματι ψυχῆς αὐτοῦ ἢ θηριάλωτον ἢ θνησιμαῖον, καθαιρείσθω, τοῦτο γὰρ ὁ νόμος ἀπεῖπεν· ἐὰν δὲ λαϊκὸς ᾖ, ἀφοριζέσθω. ξδ. Eἴ τις κληρικὸς εὑρεθῇ τὴν κυριακὴν ἡμέραν ἢ τὸ σάββατον νηστεύων πλὴν τοῦ ἑνὸς σαββάτου, καθαιρείσθω· ἐὰν δὲ λαϊκός, ἀφοριζέσθω. ξε. Eἴ τις κληρικὸς ἢ λαϊκὸς εἰσέλθοι εἰς συναγωγὴν Ἰουδαίων ἢ αἱρετικῶν προσεύξασθαι, καθαιρείσθω καὶ ἀφο ριζέσθω. ξς. Eἴ τις κληρικὸς ἐν μάχῃ τινὰ κρούσας καὶ ἀπὸ τοῦ ἑνὸς κρούσματος ἀποκτείνῃ, καθαιρείσθω διὰ τὴν προπέτειαν αὐτοῦ· ἐὰν δὲ λαϊκὸς ᾖ, ἀφοριζέσθω. ξζ. Eἴ τις παρθένον ἀμνήστευτον βιασάμενος ἔχῃ, ἀφορι ζέσθω· μὴ ἐξεῖναι δὲ αὐτῷ ἑτέραν λαμβάνειν, ἀλλ' ἐκείνην κατέχειν, ἣν καὶ ᾑρετίσατο, κἂν πενιχρὰ τυγχάνῃ. ξη. Eἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος δευτέραν χειροτονίαν δέξηται παρά τινος, καθαιρείσθω καὶ αὐτὸς καὶ ὁ χειροτονήσας, εἰ μὴ δείξῃ παρὰ αἱρετικῶν αὐτὸν ἔχειν