1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

198

κατάγεται γένος. ἐβασίλευσαν δὲ οὕτως· Ἀρταξάρης, ὁ καὶ Ἀρταξέρξης, ἔτη ιεʹ. τῷ τετάρτῳ ἔτει τῆς βασιλείας Ἀλεξάνδρου τοῦ Μαμμαίας. Σαπώρης ἔτη λαʹ. Ὁρμίσδας ἔτος αʹ. Οὐραράνης ἔτη γʹ. Οὐραράκης ἔτη ιζʹ. Οὐραράνης ἔτος αʹ, ἄλλος δʹ. Ναρσῆς ἔτη ηʹ. Ὁρμίσδας ἔτη ηʹ. Σαβώρης ἔτη οʹ. τούτῳ δέδωκεν Ἰοβιανὸς τὴν Νίσιβιν. Ἀρταξὴρ ἔτη δʹ. Σαβὼρ υἱὸς Ἀρταξὴρ ἔτη εʹ. Οὐραράνης ἔτη ιαʹ. Οὐραράνης ἄλλος ἔτη κʹ. Ἰσδιγέρδης ἔτη καʹ. Περόζης ἔτη κδʹ. Ἰσδιγέρδης ἔτη ιζʹ. Καβάδης ἔτη ιαʹ, καὶ ἐξεβλήθη. Οὐάλας ἔτη δʹ. Καβάδης πάλιν ἔτη λʹ. Ζαμάσπης ἔτη δʹ. Ὁρμίσδας ἔτη ιεʹ. Χοσρόης υἱὸς Καβάδου ἔτη μηʹ. Χοσρόης ὁ μέγας, ὁ ἐπὶ Ἡρακλείου ἀναιρεθεὶς ὑπὸ Σιρόου υἱοῦ αὐτοῦ, ἔτη λθʹ. 442 Σιρόης ὁ υἱὸς Χοσρόου μῆνας ηʹ. Ἀδεσὴρ μῆνας ζʹ. Σαρβαράξας μῆνας βʹ. Βοράνη ἡ θυγάτηρ Χοσρόου μῆνας ζʹ. Ὁρμίσδας ὁ διωχθεὶς ὑπὸ τῶν Σαρακηνῶν ἔτη ιαʹ.

ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΚΗ Τῆς θείας σαρκώσεως ἔτη σκηʹ Ῥωμαίων καʹ ἐβασίλευσε

Μαξιμῖνος ἔτη γʹ. Μαξιμῖνος κατὰ Χριστιανῶν διωγμὸν ἐκίνησεν. Οὗτος τύραννός τις καὶ ἀγριώτατος ἦν, ὡς καὶ τὴν ἰδίαν γαμετὴν ἀνελεῖν. Οὗτος ἀνῃρέθη κακῶς ὑπὸ τῶν στρατευμάτων ἐν Ἀκυληίᾳ. Θεμιστοκλῆς φιλόσοφος ἤκμαζεν, ᾧ τὸν Πύθιον Ἕλληνες μαρτυρῆσαι μυθεύονται τόδε ἔπος ἀνειπόντα· ἐσθλὸς ἀνὴρ μακάρεσσι τετιμένος ὀλ βιοδαίμων. Πλωτῖνος φιλόσοφος ὁ τὰς ἐννεάδας γράψας ἤκμαζε. Περσῶν βʹ ἐβασίλευσε Σαπώρης ἔτη λαʹ. Ῥώμης ιηʹ ἐπίσκοπος Ἀντέρως μῆνα αʹ. Ῥώμης ιθʹ ἐπίσκοπος Ποντιανὸς ἔτη γʹ. τινὲς Ποντιανὸν πρὸ τοῦ Ἀντέρωτός φασιν ἐπισκοπῆσαι Ῥώμης. Ἀντιοχείας ιαʹ ἐπίσκοπος Ζέβεννος ἔτη ςʹ. Ἀλεξανδρείας ιγʹ ἐπίσκοπος Ἡρακλᾶς ἔτη ιςʹ. Ἱεροσολύμων λεʹ ἐπίσκοπος Νάρκισσος ἔτη ιʹ. Ἱεροσολύμων λςʹ ἐπίσκοπος Ἀλέξανδρος ὁ μάρτυς ἔτη ιεʹ. Ὠριγένης ὁ ματαιόφρων ἀπὸ Ἀλεξανδρείας εἰς Καισάρειαν Παλαιστίνης μετέστη.

443 ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΛΑ Τῆς θείας σαρκώσεως ἔτη σλαʹ Ῥωμαίων κβʹ

ἐβασίλευσε Γορδιανὸς ἔτη ςʹ. Οὗτος ἐξ Ἰταλίας εἰς Πάρθους ἐλθὼν καὶ Σαπώρην τὸν Ἀρταξέρξου υἱὸν Περσῶν βασιλέα πολεμήσας ἐτρέψατο καὶ Νίσιβιν καὶ Κάρρας ἀρ θείσας ὑπὸ Περσῶν ἐπὶ Μαξιμίνου τοῦ Μυσοῦ Ῥωμαίοις ὑπέταξεν. ἀλλὰ πρὸς Κτησιφῶντα γενόμενος ἀναιρεῖται ὑπὸ τῶν οἰκείων στρατιωτῶν ὑπάρχου Φιλίππου γνώμῃ τοῦ μετ' αὐτὸν βασιλεύσαντος ἔτη εʹ, κατὰ δὲ τοὺς πολλοὺς ἔτη ζʹ. Ῥώμης κʹ ἐπίσκοπος Φαβιανὸς μάρτυς ἔτη ιγʹ. Ἀντιοχείας ιβʹ ἐπίσκοπος Βαβυλᾶς μάρτυς ἔτη ιγʹ. Ἀλεξανδρείας ιγʹ ἐπίσκοπος Ἡρακλᾶς ἔτη ιςʹ. Ἱεροσολύμων λςʹ ἐπίσκοπος Ἀλέξανδρος ὁ μάρτυς ἔτη ιεʹ.

ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΛΖ Τῆς θείας σαρκώσεως ἔτη σλζʹ Ῥωμαίων κγʹ ἐβασίλευσε

Φίλιππος ἔτη ζʹ. Πλωτῖνος φιλόσοφος τῆς Πλατωνικῆς διατριβῆς καθηγούμενος. Τούτου Πορφύριος ἠκροάσατο. Θεόπομπος φιλόσοφος ἐν Χαιρωνείᾳ ἤκμαζε. Νικάτωρ ὁ σοφιστὴς Ἀθήνησιν ἤκμαζε. Φίλιππος τοσοῦτον προσετέθη τῇ πίστει Χριστοῦ, ὡς καὶ τὰ ἡμαρτη μένα προθύμως ἐξαγορεῦσαι καὶ τῶν ἐπὶ τῆς ἐκκλησίας εὐχῶν κοινω 444 νῆσαι τῷ πλήθει τῇ νυκτὶ τῆς ἑορτῆς τοῦ πάσχα. ἔνθεν τε πλέον παρρη σιασθῆναι τὸν θεῖον λόγον. Τότε καὶ Ὠριγένης ὁ ἄθλιος ἑξηκοστὸν ἄγων ἔτος διαλέξεις ἐποιεῖτο τῷ πλήθει ταχυγράφοις ἐκλαμβανομένας. ἐπέστελλε δὲ καὶ Φιλίππῳ τῷ βα σιλεῖ καὶ Σευήρᾳ τῇ τούτου γυναικὶ βασιλίδι. Τότε κατὰ τὴν Ἀραβίαν τινὲς ἐδογμάτιζον ἀσεβῶς συνδιαφθείρεσθαι τῇ ψυχῇ τὸ σῶμα κατὰ τὴν τελευτὴν καὶ ἐν τῇ ἀναστάσει πάλιν συνανα βιώσασθαι· σύνοδός τε κατ' αὐτῶν συνεκροτήθη μεγάλη. Ἔτι τε ἡ λεγομένη αἵρεσις τῶν Ἑλκεσαϊτῶν συνέστη, ἥτις πολλά τινα τῶν ἐν ταῖς θείαις γραφαῖς ἀθετεῖ τέλεον, δὲ τῶν θείων ἀποστόλων ῥη τοῖς τισι χρωμένη