198
τῆς πείρας. ὁ μέγας δὲ δομέστικος ὁρῶν ἤδη βασιλέα ἐν χρῷ κινδύνου καθεστῶτα, καὶ συνιδὼν ὡς μάλιστα προσῆκον τῶν βασιλέως παίδων πρόνοιαν ποιήσασθαι καὶ τῆς ἀρχῆς, Ἄννῃ τῇ βασιλίδι προσελθὼν θρηνούσῃ καὶ ὀδυρομένῃ, «ὁ μὲν παρὼν» εἶπε «καιρὸς οὐ πένθους οὐδὲ δακρύων εἶναι μοι δοκεῖ. ὕστερον γὰρ ἡμῖν ἐξέσται, εἰ μὴ θεὸς ἀπαλλάξει τῆς προσδοκωμένης συμφορᾶς ἵλεων ἡμῖν ἄνωθεν ἐπιβλέψας, ὀδυρμῶν καὶ δακρύων ἀναπίμπλασθαι κατὰ σχολήν· τὸ δὲ νῦν ἔχον εἶναί μοι δοκεῖ προσῆκον ἀσφάλειαν ποιήσασθαι τῶν βασιλέως παίδων. μάλιστα μὲν γὰρ οὐδένα Ῥωμαίων ἐπιβουλεύσειν οἴεσθαι ἡμῖν, μάλιστα ζῶντος ἐμοῦ καὶ παρόντος ἐνθάδε νῦν· εἰ δ' ἄρα καὶ τοιοῦτον συμβαίη τι, βέλτιον περὶ σοῦ μόνην εἶναί μοι τὴν φροντίδα, καὶ μὴ πάντων ὁμοῦ καὶ παί 1.560 δων καὶ τῆς ἀρχῆς.» ἡ βασιλὶς δὲ θαυμάζειν ἔφασκεν αὐ1.560 τοῦ, εἰ, τοιαύτης ἀνάγκης περιϊσταμένης, ἐνόμισεν εἶναι τῶν δεόντων καὶ αὐτῆς πυνθάνεσθαι, εἴ τι βούλοιτο τῶν συμφερόντων εἰς τοὺς βασιλέως παῖδας πράττειν καὶ τὴν ἀρχήν. ἐπέτρεπέ τε ἃ ἂν αὐτῷ δοκοίη κοινῇ λυσιτελεῖν μηδενὸς ἀμελεῖν. ὁ δ' εὐθὺς Ἰωάννην τε βασιλέα, τὸν βασιλέως υἱὸν, καὶ τὸν ἀδελφὸν Μιχαὴλ παραλαβὼν, ἤγαγεν εἰς τὰ βασίλεια· θεραπείαν τε αὐτοῖς τὴν γινομένην προστάξας εἶναι καὶ φρουρὰν τοῖς βασιλείοις ἔκ τε τῆς στρατιᾶς οὓς μάλιστα ᾔδει εὐνουστάτους τῷ βασιλεῖ, καὶ τῶν οἰκετῶν τοὺς πιστοτάτους τῶν ἰδίων περὶ πεντακοσίους τὸν ἀριθμὸν καταλιπὼν, καὶ τοὺς τοὺς πελέκυς ἔχοντας βαράγγους ὅσοι ἦσαν, καὶ αὐτὸς διενυκτέρευσεν ἐκεῖ, τῶν βασιλέως παίδων τὴν δυνατὴν ἀσφάλειαν ποιούμενος. εἰς ἑσπέραν δὲ τῆς τετάρτης ἡμέρας, τῇ τοῦ νοσήματος ὀξύτητι κατεργασθεὶς, ἐτελεύτησεν ὁ βασιλεὺς, πεντεκαιδεκάτῃ μηνὸς Ἰουνίου ἱσταμένου, τοῦ ἐννάτου καὶ τεσσαρακοστοῦ ἔτους ἐπὶ τοῖς ὀκτακοσίοις καὶ ἑξακισχιλίοις, ἐννάτης οὔσης ἰνδικτιῶνος. 2.11 αʹ. Τὰ μὲν δὴ τῶν Παλαιολόγων βασιλέων, ὅσα τε περὶ τῆς ἀρχῆς πρὸς ἀλλήλους διηνέχθησαν, καὶ ὅσα καθ' ἑαυτὸν ὁ νέος μετὰ τὸ τὸν πρεσβύτερον τῶν πραγμάτων παῦσαι τῆς ἀρ 2.12 χῆς πρός τε βαρβάρους πολεμῶν καὶ πρὸς τοὺς οἰκείους διετέλεσε πολιτευόμενος, ἐνταῦθα ἐτελεύτησε, καὶ ἡ πρόθεσις ἡμῖν πέρας ἔσχηκεν ἡ ἐξαρχῆς, πάντα σὺν ἀκριβείᾳ καὶ μετὰ ἀληθείας ἀπαγγείλασιν ὡς ἐγένετο. ἐπεὶ δὲ μετὰ τὴν Ἀνδρονίκου τοῦ νέου τελευτὴν ὁ χαλεπώτατος τῶν πώποτε μνημονευομένων τοῖς Ῥωμαίοις πρὸς ἀλλήλους πόλεμος ἀνεῤῥιπίσθη, ὃς ὀλίγου δεῖν πάντα ἀνατέτραφε καὶ διέφθαρκε, καὶ τὴν εὐδαίμονα καὶ μεγάλην τῶν Ῥωμαίων βασιλείαν ἀσθενεστάτην καὶ ὥσπερ εἴδωλον ἀπέδειξε τῆς προτέρας, ἀναγκαῖον ᾠήθην καὶ τὰ κατὰ τοῦτον τὸν πόλεμον γεγενημένα ἐξηγήσασθαι, οὐ μόνον ἵν' εἰδεῖεν οἱ μετέπειτα, ὅσων κακῶν αἴτιος ὁ φθόνος, οὐ τοὺς φθονουμένους μόνον, ἀλλὰ καὶ αὐτοὺς ἐξαφανίζων τοὺς φθονοῦντας, ὥσπερ τὸν σίδηρον ὁ ἐξ αὐτοῦ τικτόμενος ἰὸς, ἀλλ' ἵνα καὶ αὐτοὶ οἱ νῦν τοῖς πράγμασι παρόντες τἀληθὲς εἰδέναι ἔχητε, καὶ μὴ ταῖς ἔξωθεν φήμαις, μηδὲ τοῖς παρ' ἑκατέρων τῶν μερῶν ἢ ἑαυτοῖς χαριζομένοις ἢ τοὺς ἐναντίους διαβάλλουσι προσέχοντες θρυλλουμένοις, παράγησθε δοξάζοντες τὰ μὴ ὄντα. ἄξιον δὲ μετὰ ἀκριβείας ἐμοὶ προσέχειν καὶ μὴ παρέργως. οἱ μὲν γὰρ ἄλλοι πάντες, εἰ δή τινες εἶεν οἱ συγγραψάμενοι περὶ τοῦδε τοῦ πολέμου, ἢ παντάπασιν ἀπόντες τῶν πραγμάτων, ὅσα ἢ ὄχλος ὁ δημώδης διεθρύλλει ἤ τινες ἕτεροι ἀπήγγελλον, οὐδὲν σαφὲς εἰδότες περὶ τῶν γινομένων, οἷα παρεδέξαντο 2.13 ταῖς ἀκοαῖς, τοιαῦτα καὶ τοῖς μετέπειτα ἐξέδωκαν μηδὲν φροντίσαντες τῆς ἀληθείας. ἢ εἰ καὶ συνεστρατεύοντο τοῖς βασιλεῦσιν ἑκατέροις, ἀλλ' οὐ δήπου γε βουλῆς μετεῖχον, οὐδὲ τῶν ἀποῤῥητοτέρων ἦσαν κοινωνοὶ, ἄλλως τε οὐδ' ἐφ' ἅπασι παρόντες τοῖς πραττομένοις, συνεχοῦς καὶ πολυχρονίου γεγενημένου τοῦ πολέμου· ἐπὶ πέντε γὰρ ἔτεσι διήρκεσεν· ἐμοὶ δὲ οὐδεμίαν τινὰ τοιαύτην ἔχοι τις ἂν ἐπενεγκεῖν αἰτίαν. τοῖς γὰρ τῶν πραττομένων αὐτουργοῖς συμπαρὼν αὐτὸς, τὰ μὲν οἶδα παρ' ἐμαυτοῦ, τῶν δὲ ἀκριβῆ τὴν γνῶσιν