198
ἐκείνῳ συμπνέοντα εκτεινεν. ̓Αρχέλαος δὲ τὴν ἐθναρχίαν παραλαβὼν ἀφαιρεῖται τὴν ἀρχιερωσύνην ἐξ ̓Ιωαζάρου τοῦ Βοηθοῦ, καὶ ἀντικαθίστησιν ̓Ελεάζαρ τὸν ἐκείνου ἀδελφόν. καὶ Γλαφύραν αγεται πρὸς γάμον τὴν ̓Αρχελάου παῖδα, ̓Αλεξάνδρου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ γαμετήν, ἀφ' ου καὶ τέκνα ην αὐτῇ, ἀπειρημένου τῷ νόμῳ 2.7 ἀδελφῶν αγεσθαι γυναῖκας παῖδας ἐκ τῶν τεθνεώτων ἐχούσας. καὶ τὸν ̓Ελεάζαρ δὲ μετὰ μικρὸν ἐκβαλὼν ̓Ιησοῦν ἀντεισήγαγε τὸν παῖδα Σεέ. ἀνύων δ' ετος ἐν τῇ ἀρχῇ δέκατον κατηγορήθη παρὰ Καίσαρι πρὸς τῶν ὑπηκόων ὡς ὠμῶς καὶ τὸ ολον τυραννικῶς κεχρημένος τοῖς πράγμασιν. ὁ τοίνυν Καῖσαρ μετακαλεῖται ταχέως αὐτόν, καὶ ἀκροασάμενος τῶν κατηγόρων κἀκείνου, ἐκείνου μὲν φυγαδείαν καταψηφίζεται, τὰ δὲ χρήματα ἀπηνέγκατο. ̓Ονείρῳ δὲ τὸ μέλλον ἐδηλώθη τῷ ̓Αρχελάῳ. ἐδόκει γὰρ ἀστάχυας ὁρᾶν δέκα ἀκμαίους καὶ πλήρεις σίτου βιβρωσκομένους ὑπὸ βοῶν. αλλοι μὲν ουν αλλως ἐξηγοῦντο τὸν ονειρον, Σίμων δὲ τὸ γένος ̓Εσσαῖος μεταβολὴν πραγμάτων ελεγε φέρειν ̓Αρχελάῳ τὴν οψιν, οὐ μέντοι ἐπ' ἀγαθῷ. τοὺς μὲν γὰρ βόας κακοπαθείας σύμβολον ειναι, ζῷα ἐπ' εργοις ταλαιπωρούμενα καὶ δηλωτικὰ πραγμάτων μεταβολῆς οτι δι' αὐτῶν ἀρουμένη ἡ γῆ οὐκ ἐᾶται μένειν ἀκίνητος, τοὺς δὲ δέκα στάχυας σημαίνειν ἐτῶν ἀριθμόν· περιόδῳ γὰρ ἐνιαυτοῦ πληροῦσθαι τούτους καὶ ἀπαρτίζεσθαι θέρος, καὶ τὸν τῆς ἡγεμονίας χρόνον ἐξήκειν τῷ ̓Αρχελάῳ. Καὶ τῇ γυναικὶ δὲ τοῦ ̓Αρχελάου Γλαφύρᾳ ονειρος τεθέαται ετερος. αυτη γάρ, ὡς ἱστόρηται, ̓Αλεξάνδρῳ πρότερον συνῴκει ̓Αρχελάου ὁμαίμονι· ἀναιρεθέντος δ' ἐκείνου ̓Ιόβᾳ τῷ Λιβύων γεγάμητο βασιλεῖ· κἀκείνου δὲ τὴν ζωὴν μεταλλάξαντος ̓Αρχελάῳ γίνεται τὴν συνοικοῦσαν αὐτῷ Μαριὰμ ἀποπεμψαμένῳ, καὶ ταῦτα παῖδας ἐξ ̓Αλεξάνδρου εχουσα. ἐδόκει γοῦν ἡ γυνὴ τὸν ̓Αλέξανδρον αὐτῇ ἐπιστάντα μέμφεσθαί τε αὐτῇ καὶ λέγειν "Γλαφύρα, ἀληθεύειν αρα τὸν λόγον ἀπέδειξας ος ἀπίστους ειναι τὰς γυ2.8 ναῖκας τοῖς ἀνδράσι φησί. παρθένος γάρ μοι συνοικήσασα, καὶ παῖδας γεννήσασα ἐξ ἐμοῦ, λήθῃ τῶν ἐμῶν ἐρώτων δευτέροις γάμοις ὡμίλησας· καὶ οὐδ' ουτως σοι κόρος τῆς εἰς ἡμᾶς ἐγένετο υβρεως, ἀλλὰ καὶ τρίτον σαυτῇ νυμφίον παρακατέκλινας, καὶ ταῦτα ἐμὸν ἀδελφόν. ἀλλ' ἐγώ σε αυθις ἐμὴν ποιησάμενος τῆς ἐπὶ τούτῳ ἀπαλλάξω αἰσχύνης." ταῦτα διηγησαμένη πρὸς τὰς συνήθεις τῶν γυναικῶν μετὰ μικρὸν τελευτᾷ. ̔Η δὲ ̓Αρχελάῳ ὑπήκοος χώρα τῇ Συρίᾳ προσενεμήθη. ἐπέμφθη δὲ καὶ Κυρήνιος ἀπογραψόμενος τὴν Συρίαν καὶ αὐτὴν ̓Ιουδαίαν προσθήκην ἐκείνης γεγενημένην. ̓Ιουδαῖοι δέ, καίπερ πρότερον καὶ μέχρις ἀκοῆς τὴν ἀπογραφὴν δυσχεραίνοντες, τότε τοῦ ἀρχιερέως ̓Ιωαζάρου πείσαντος αὐτοὺς ἐνέδοσαν. Γαυλανίτης δέ τις ἀνήρ, Σαδὼκ Φαρισαῖον προσεταιρισάμενος, πολέμων καὶ λῃστηρίων τὸ εθνος ἐνέπλησαν, λέγοντες οὐδὲν ετερον ειναι τὴν τῶν οὐσιῶν ἀποτίμησιν η δουλείαν αντικρυς· καὶ ἐδόκουν μὲν ἐπὶ διορθώσει τῶν κοινῶν κεκινῆσθαι, τῇ δ' ἀληθείᾳ δι' οἰκείων εσπευδον κερδῶν ἀφορμάς. ἐξ ων στάσεις ἐφύησαν καὶ φόνος πολλῶν καὶ αὐτῶν τῶν πρώτων ἀνδρῶν, ὁ μὲν ἐμφυλίοις σφαγαῖς, ὁ δὲ τῶν πολεμίων, λιμός τε καὶ πόλεων ἁλώσεις καὶ κατασκαφαὶ καὶ τοῦ ἱεροῦ ἐμπρησμός. Τριῶν γὰρ οὐσῶν ἐκ παλαιοῦ τοῖς ̓Ιουδαίοις φιλοσοφίας ὁδῶν, ὡς καὶ πρόσθεν ειρηται, τῆς τῶν ̓Εσσηνῶν, τῆς τῶν Φαρισαίων, καὶ τῆς τῶν Σαδδουκαίων, τετάρτη αυτη ἐπείσακτος παρὰ Σαδὼκ καὶ 2.9 ̓Ιούδα κεκαίνισται. οἱ μὲν γὰρ Φαρισαῖοι εὐτελῶς διαιτῶνται, οὐδ' ἐπικλίνονται πρὸς τὸ μαλακώτερον, περί τε τὴν τῶν νομίμων φυλακήν εἰσιν ἀκριβεῖς, καὶ τοῖς ἐν γήρᾳ παραχωροῦσι τιμῆς, οὐδ' ἀντιλέγουσι θρασέως τοῖς παρ' ἐκείνων εἰσηγουμένοις. εἱμαρμένην τε δογματίζοντες καὶ τοῖς ἀνθρώποις διδόασι μὴ εικειν ταῖς ταύτης ὁρμαῖς μετὰ σπουδῆς ἀντιπράττουσιν. ἀθανασίαν τε ταῖς ψυχαῖς ἀπονέμουσι, καὶ δικαιώσεις ὑποχθονίους τῶν βεβιωμένων δοξάζουσι. δι' α τοῖς τε δήμοις εἰσὶ πιθανώτατοι καὶ ἐν εὐχαῖς καὶ ποιήσεσιν ἱερῶν ἐκείνοις χρῶνται ἐξηγηταῖς. Σαδδουκαῖοι δὲ θνητὰς