198
ἐπιπλοκῆς συμφώνου. ἐκεῖνα γὰρ τρέπει τὸ ˉε εἰς ˉα κατὰ τὸν παρακείμενον. οιον στρέφω, εστροφα, εστραμμαι. ουτως ουν καὶ τρέπω, τέτροφα, τέτραμμαι, τετράφαται καὶ ἐπιτετράφαται. ̓Επιτέλλων. ἀνατέλλων. ̓Επιτείλασ. ἀνατείλας. νενικηκότας αὐτοὺς ὁ ηλιος ἐπιτείλας ιδῃ. ̓Επίτειλον. πρόσταξον. ̓Επιτειχίζει. ἐποικοδομεῖ. ̓Επιτειχισάντων. ἐπελθόντων. ̓Επιτίθησ. περαίνεις. ἐπεὶ καὶ σὺ τῶν σῶν ὑπηκόων ἐπιτίθης. epsilon.847 ̓Επιτίθησιν. ἀποπέμπει. καὶ δὴ γραψάμενος τὴν δίκην ἐπιστολὴν πρὸς τοὺς ἐν Καρίᾳ δύο φιλοσόφους ἐπιτίθησιν. ̓Επίττουν. ἠσέλγουν, κατεφίλουν. πιττοῦν δέ ἐστι κυρίως τὸ τὰς πλατείας ναῦς πίττῃ χρίειν. ̓Αριστοφάνης· ἱκανὸν γὰρ αὐτὴν πρότερον ἐπίττουν χρόνον. ̓Επιτολμῆσαι. ἐπιβουλεύσασθαι. καὶ ἀναπείθει ἐπιτολμῆσαι τῷ Λυκίδῃ καὶ τῷ σώσιν. ̓Επιτωθάζων. ἐπιλοιδορούμενος, η ἐπεμβαίνων, η καυχώμενος. η χλευάζων. ̓Επιτρέπει. χαρίζεται, παραδίδωσιν. ὁ δὲ τῆς ἐμῆς σατραπείας φυγάδα ἐλαύνει καὶ τοῦτο ἐπιτρέπει. ̓Επιτρέπει ∆ημοσθένης, ἀντὶ τοῦ δικαστὰς αὐτοὺς αἱρεῖσθαι. Λυσίας δὲ ἐπέτρεψαν ἀνδράσιν ειπεν, ἀντὶ τοῦ ἐπιτρόπους κατέστησαν. epsilon.848 ̓Επιτρέχειν τοῦ ἐπιδιώκειν διαφέρει. ἐπιτρέχει μὲν γάρ τις τῷ μὴ φεύγοντι· διώκει δὲ τὸν φεύγοντα. εστι δὲ τὸ διώκειν οιον ἐλαύνειν ενθεν καὶ ενθεν. καὶ ὑποδιώκειν λέγεται. ̓Επιτριβείη. ἐντριβὴς γένοιτο, εμπειρος ὑπάρξοι. η παρορμηθείη. σημαίνει δὲ καὶ τὸ ἀπολεσθείη. ̓Επιτριβόμενοι. ἐπερχόμενοι. ̓Επιτυφῇ. ἐκπυρωθῇ. ἐπικαῇ. ̓Αριστοφάνης· οπως ἀνὴρ ἐπιτυφῇ μάλιστά μου. ̓Επιφέρειν. κατηγορεῖν. διασύρειν. αλλο μὲν οὐδὲν ἐπιφέρειν εχων, οτι δὲ ευνους ειη ̔Ρωμαίοις. ̓Επιφοιτᾷ. παραγίνεται. ̓Επιφρασθείσ. ἐνθυμηθεὶς, διαλογισάμενος. ὁ δὲ Νέαρχος ἐπιφρασθεὶς, οτι σπείρεσθαι τὴν χώραν εἰκὸς, λέγει πρὸς ̓Αρχίαν. epsilon.849 ̓Επεγχάνῃ. ἐπιγελάσοι. ειτα μέντοι ζῶν ἀπέλθοι καὶ ἐπεγχάνῃ. ̓Επιχειρεῖν. τὸ ἐρωτᾷν καὶ συλλογίζεσθαι. τὸ γὰρ ἐπιχείρημα διαλεκτικός ἐστι συλλογισμός. ἐπιχειρῶ σοι ἀεί. ̓Επιχειρήσειν. ἐπιβαλέσθαι. εγραφεν ἐπιχειρήσειν μέλλει τοῖς Σιγγάροις. ̓Επιχειρητέα. ἀντὶ τοῦ ἐπιχειρητέον, ὡς τὸ τολμητέα. φιλεῖ γὰρ ὁ Θουκυδίδης τὰ τοιαῦτα. ̓Επιχωρήσασ. συμπαθήσας, παραχωρήσας. ἐθέλω σοι τὰ δυνατὰ ἐπιχωρήσας. ̓Επιχρῆσθαι. παρὰ Θουκυδίδῃ τὸ πολλάκις κεχρῆσθαι. ̓Επιψηφιζόμενοσ. ἐπικρίνων. καὶ ἐπιψηφίζων ἀντὶ τοῦ ἐπικυρῶν. ̓Επλαστολόγει. ἐψεύδετο, ἐπλάττετο, ὑπεκρίνετο. ̓Επλημμέλησαν. ἠτάκτησαν, ἐραθύμησαν. πλημμελὲς γὰρ τὸ ῥάθυμον καὶ ἀπαίδευτον. Επλην. ἐπλησίαζον. πλῶ τὸ πλησιάζω. παράγωγον πλῆμι. ὁ δεύτερος ἀόριστος επλην. ̓Επλήσθησαν. ἐπληρώθησαν. epsilon.850 Επλετο. ἐγένετο. Επλεο. ἐγένου. ἐκ τοῦ πέλω, καὶ ὑπερβιβασμῷ πλέω. καὶ πλέομαι. ἐπλεόμην, ἐπλέου. καὶ κατὰ διάλυσιν ̓Ιωνικὴν επλεο. καὶ επλετο. Επλει. τὸ παρεληλυθὸς οὐχὶ επλεε. καὶ εῤῥει καὶ επνει. τὰ δὲ διῃρημένα ἰακά. Επληντο. ἐπλησίαζον. επληντ' ἀλλήλοισιν. ἐκ τοῦ πλῶ, τοῦ σημαίνοντος τὸ πλησιάζω, ὁ παρακείμενος πέπληκα. λέγεται δὲ καὶ πέπλακα. ὁ παθητικὸς παρακείμενος πέπλημαι, πέπληται. ὁ μέσος ἀόριστος δεύτερος ἐπλήμην. καὶ τὸ τρίτον τῶν πληθυντικῶν επληντο. ̓Επλινθεύθησαν. τὸ κατακλεισθῆναι περὶ οἰκοδόμημα μόνον, ωστε εξοδον μὴ ειναι καὶ ουτω παντελῶς ἀπορίᾳ ποτοῦ καὶ τροφῆς τεθνάναι, πλινθευθῆναι λέγεται. η τὸ ἐπλινθεύθησαν τέσσαρα σημαίνει, η οτι εἰς πλίνθους μετεπλάσθησαν, η οτι πλίνθοις ἀπετειχίσθησαν, η οτι ὑβρίσθησαν· εστι γὰρ καὶ οργανον βασανιστικόν· η οτι ἠχμαλωτίσθησαν· ἐπειδὴ οἱ αἰχμάλωτοι πιπρασκόμενοι εἰς πλίνθους ἐβάλλοντο. epsilon.851 ̓Επόθησεν. ἠθέλησεν, ἠβουλήθη. ἐπόθησε τοὺς ἱππέας ἀποφῇναι. ̓Εποίησεν. ἀντὶ τοῦ επλασεν. ἀμφοτέρους δὲ ὁ κύριος ἐποίησεν. ̓Εποκέλλουσιν. ἐγγίζουσιν, ἐπικαθίζουσιν. ̓Επολιάρχει. τῆς πόλεως ηρχεν. ̓Επόλισεν. εκτισεν. ̓Επομοσάμενοσ. εὐξάμενος. ̓Εποτρύνει. παροξύνει. ̓Εποργῶσα. μηνιῶσα, καὶ ἀντὶ τοῦ ὁρμῶσα. Επορεν. εδωκε, παρέσχεν. ̓Εποφθαλμίσασ. φθονήσας η ἐπιθυμητικῶς ἐπιβαλών. ̓Ιώσηπος· ἀπέκτεινε δὲ αὐτὸν ὁ πανδοκεὺς ἐποφθαλμίσας. ̓Εποχούμενοσ.