1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

198

ἀλλ' ἡ τῶν ἐννοιῶν ἁγνεία καὶ εἰλικρίνεια. -Ἀπαθῶν καὶ καθαρῶν ψυχῶν ἐστιν ἡ σωτηρία. Νοῦς ἀκραιφνὴς, καὶ λόγος καθαρὸς, καὶ βίος ἀκηλίδωτος, θρόνος καὶ ναός ἐστιν ἀληθινὸς τοῦ Θεοῦ. Σώφρων καρδία, λιμὴν θεωρημάτων. Οὐκ ἐκριζωτὴς τῶν παθῶν, ἀλλ' ἀνταγωνιστής ἐστιν ὁ λογισμός.

ΤΙΤΛ. ΙΓʹ. -Περὶ κακοῦ συνειδότος.

«Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν.» «∆ιεστραμμένη καρδία τεκταίνεται κακά.» - «Ὁ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς.» -»Καρδία ἀνόμου ἐκζητεῖ κακά.» -»Ὁ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς.» «Ἐθερμάνθησαν ὡς κλίβανοι αἱ καρδίαι αὐτῶν.» - »Ἀπαντήσω αὐτοῖς ὡς ἄρκτος ἀπορουμένη, καὶ διαῤῥήξω σύνδεσμον καρδίας αὐτῶν.» «Ἕως πότε ὑπάρχουσι διαλογισμοὶ ἐνώπιόν σου;» «Ἡ ἀσέβεια ὑμῶν ἐφ' ἡμᾶς, καὶ τὰς ἁμαρτίας τῶν ἐνθυμημάτων ὑμῶν λήψεσθε.» «Σκολιοὶ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ.» -»Οἱ ἀσεβεῖς καθὸ ἐλογίσαντο, ἕξουσιν ἐπιτιμίαν.» - 96.92 «∆ειλὸν εἶδος πονηρία, μαρτυρεῖ καταδικαζομένη ἀεὶ δὲ προσείληφε τὰ χαλεπὰ συνεχομένη τῇ συνειδήσει. Οὐδὲν γάρ ἐστι φόβος, εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ βοηθημάτων.» -»Ἐλεύσονται ἐν συλλογισμῷ ἁμαρτημάτων αὐτῶν δειλοὶ, καὶ ἐλέγξει αὐτοὺς ἐξ ἐναντίας τὰ διανοήματα αὐτῶν.» «Ἐν σείσματι κοσκίνου διαμένει κοπρία, οὕτως σκύβαλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ.» -»Καρδία σκληρὰ βαρυνθήσεται πόνοις.» «Πᾶν τὸ εἰσπορευόμενον, εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται. Τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος, ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροὶ, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι, βλασφημίαι. Ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον.» Ἀποστρεφομένη τὸ καλὸν ἡ ψυχὴ, πάντως τὰ ἐναντία λογίζεται. Παύσασθαι γὰρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται, τὴν φύσιν οὖσα εὐκίνητος. Οὐ δυνηθεὶς τῶν κακουργῶν λογισμῶν ἐκ προοιμίων στοχάζεσθαι τὴν ἐνέδραν, καὶ ἐκ τῆς τῶν περάτων πρὸς ἄλληλα συγκρίσεως ἐλέγξαι τὸ ἄτοπον αὐτῶν, κέρκον συνέδησεν κέρκῳ, λαμπάδα θεὶς ἀναμέσον αὐτῶν τὸν ἔλεγχον.

Στοιχεῖον Λ. ΤΙΤΛ. Αʹ. -Περὶ λογομαχούντων, καὶ ἀμφισβητούντων περὶ τὴν πίστιν.

«Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημία, ὑπόνοιαι πονηραὶ, διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν, καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν.» «Τὰς μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας. ∆οῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας.» Ἔοικε συνεξομοιοῦσθαί πως τῷ ματαιολογοῦντι ὁ ἀντιλέγων. Τεχνολογοῦσι λοιπὸν, οὐχὶ θεολογοῦσιν οἱ ἄνθρωποι. -Οὐχ ἡδὺ τοῖς πιστοῖς ἀδολεσχία, καὶ λόγων ἀντιθέσεις. Ἀρκεῖ γὰρ καὶ εἷς ἀντικείμενος. - Σοφία πρώτη, σοφίας ὑπερορᾷν τῆς ἐν λόγῳ κειμένης καὶ στροφαῖς λέξεων, καὶ ταῖς κιβδήλοις καὶ περιτταῖς ἀντιθέσεσι. Μὴ περιεργασώμεθα τὸν εὐαγγελικὸν λόγον λέξεσι περιξήροις, καὶ ἀπεράντους ζητήσεις καὶ λογο 96.93 μαχίας σπείροντες, καὶ τὸν λεῖον καὶ εὐθύτατον τῆς πίστεως λόγον τραχύνοντες, ἀλλὰ μᾶλλον περιεργασώμεθα τὸ ἔργον τῆς πίστεως· τὴν εἰρήνην ἀγαπήσωμεν, τὴν ὁμόνοιαν ἐπιδειξώμεθα. Τὴν νεότητα [φ. ἑνότητα] φυλάξωμεν, τὴν ἀγάπην γεωργήσωμεν, δι' ἧς εὐαρεστεῖται ὁ Θεός. Οὐχ ἡμῶν ἐστι γνῶναι τὸ πῶς ὁ Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γέγονεν· Τὸ γὰρ μυστήριον τοῦτο μέγα ἐστὶ, καθὼς