15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
∆οκεῖ μὲν οὕτως κατὰ τὸ τυχὸν προσερρῖφθαι τῷ μεγάλῳ πατρί, ὅτι «τὸ» μὲν «ἦν καὶ ἔσται τμήματα» τυγχάνει «χρόνου τοῦ καθ' ἡμᾶς», τὸ δὲ εἶναι οὐ τῇ ἡμετέρᾳ προσήκει φύσει μᾶλλον ἢ τῇ τοῦ θεοῦ. ὅθεν καὶ πολλοὶ τῶν ἐξηγησαμένων τουτὶ τὸ χωρίον, μήτε φυσικῶς μήτε θεολογικῶς προστεταλαιπωρηκότες τῷ δόγματι, ἀπεριμερίμνως παρέδραμον· ἐμοὶ δὲ μετὰ τῶν ἀπόρων δοκεῖ καὶ οἷς ἡ λύσις ἀμήχανος. πῶς γάρ, ἑκατέρων τῶν περάτων ἁρμοζόντων ἡμῖν, τοῦ παρῳχηκότος χρόνου καὶ τοῦ μέλλοντος, οἷς ὁ ἐνεστὼς διείληπται ἑκατέρωθεν, αὐτὸ τὸ εἶναι τῆς ἡμῶν ἀφῄρηται φύσεως; πήδημα γὰρ τοῦτο διόδου καὶ οὐκ ἐφεξῆς κίνησις ἀρχομένων μὲν ἀπὸ τοῦ παρῳχηκότος, ἐπὶ δὲ τὸν μέλλοντα καταντώντων, μὴ διὰ τοῦ ἐνεστῶτος πορευομένων. αἰνίγματι γάρ ἐστιν ὅμοιον τουτὶ τὸ νόημα, ὥσπερ εἰ λέγοι τις ἀπὸ γῆς ἐξεῖναί τινα πρὸς οὐρανὸν πεπορεῦσθαι, τὸ μεταξὺ μὴ διαβάντα διάστημα· οὐδὲ γὰρ οὐδ' ὁ Παῦλος ἐπὶ «τρίτον οὐρανὸν» ἀναβεβηκὼς τὸν ἀέριον δρόμον οὐκ ἤνυσεν. ἢ τί γέγονε τὸ με ταξύ, ἵνα μάτην οὕτως ᾖ, μὴ διαβαινόντων ἡμῶν πρὸς τὰ πέρατα; εἰ δὲ καὶ κατὰ τὸ ἐνεστὼς ἡ ἡμετέρα ζωή, καὶ οὔτε τῷ παρῳχηκότι ζῶμεν οὔτε τῷ μέλλοντι, ὡς καὶ τῷ μεγάλῳ δοκεῖ Βασιλείῳ, πῶς ὃ μὲν ζῶμεν, τοῦτο μὴ ζῆν παρὰ τοῦ θεολόγου ἐληλέγμεθα, ὃ δὲ μὴ ζῶμεν, τοὔμπαλιν ζῆν; ἐχρῆν γὰρ μάλιστα κατὰ τὸν ἐνεστῶτα χαρακτηρίζειν ἡμᾶς, καθ' ὃν καὶ πεφύκαμεν, ἢ κατὰ τοὺς ἑκατέρωθεν χρόνους, ὧν [τὸν] μὲν εἴχομεν, τὸν δὲ μέλλομεν· ἄδηλον δὲ καὶ εἰ πρὸς τοῦτον μεταβαίημεν. Οὕτω μὲν οὖν ἄπορος ἡ λύσις τοῦ ζητουμένου, καὶ οἱ πολλοὶ μεγαλο ψύχως, ἵνα μὴ λέγω ἀφιλοσόφως, τὸν τοῦ γεγραμμένου ὑπερπεπηδήκασι νοῦν. ἀλλ' οὐκ ἀπογνωστέον, ὦ παῖδες, χάριν ὑμετέραν τὸ καὶ λύσιν εὑρεῖν τοῦ δοκοῦντος ἀπόρου· ἦ γὰρ ἂν μάτην τὸ τῆς φιλοσοφίας αὐχοῦμεν ἀξίωμα, ἐπιπολαίως τοῖς ζητουμένοις ἐνατενίζοντες, ἀλλὰ μὴ τῷ βάθει ἐγκύπτοντες τοῦ θεωρήματος.
Τί ποτ' οὖν οὕτως ἔδοξε τῷ πατρί, καὶ ἡμῖν μὲν τὸ παρῳχηκὸς καὶ τὸ μέλλον ἀπένειμε, τῷ δὲ «ἐπὶ πάντων θεῷ» τὸ ἐνεστὼς ἀπεκλήρωσε; δύο λογικὰ μέτρα τῶν πάντων οὗτος ἐπίσταται, αἰῶνα καὶ χρόνον· ὧν τὸν μὲν οἶδεν ἐν διαστάσει, προσμαρτυρεῖ δὲ τῷ αἰῶνι τὸ ἀδιάστατον. εἰ γὰρ ἀκίνητα τὰ θεῖα, ὁμογνωμονούντων εἰς τοῦτο πάντων τῶν φιλοσόφων ὁμοῦ, ἐν κινήσει τὰ μὴ τοιαῦτα· εἰ δ' οὕτως ταῦτα, τοῖς μὲν αἰωνίοις τὸν αἰῶνα ἀπονεμητέον, οὐκ ἐν κινήσει οὐδὲ διαστατὸν λαμβανόμενον, τοῖς δὲ ἐγχρόνοις τὸν χρόνον, κινούμενον ἀεὶ καὶ παροδικῶς διαρρέοντα. καταλλήλως δὲ πάνυ τῷ πρώτῳ δημιουργῷ τοῖς ὑποκειμένοις ταῦτα οὕτως ἀπομεμέρισται· οἷς μὲν γὰρ ἡ φύσις οὐκ ἔμμονος, τούτοις τὸν χρόνον ἀποδέδωκε ῥέοντα διηνεκῶς καὶ κινούμενον· οἷς δὲ τὸ εἶναι ἐν ἀκινησίᾳ καὶ παντελεῖ στάσει, τὸν αἰῶνα τούτοις ἀπένει μεν ἐν τῷ ἀεὶ εἶναι, καὶ μὴ τὸ μὲν εἶναι, τὸ δὲ μὴ εἶναι χαρακτηριζόμενον. Τῷ μὲν οὖν θεῷ, ἅτε «πρὸ πάντων» ὄντι καὶ τὰ πάντα ὄντι, ὡς δημιουρ γικῷ νῷ καὶ ἁπλῶς τὰ πάντα νοοῦντι καὶ οὐ καθ' ἓν ὡς οἱ μερικοὶ νόες, καὶ οὐδὲν ἔξωθεν τῆς οἰκείας ἔχοντι φύσεως τὸ εἶναι ἀπομεμέρισται. τοῦτο δὲ τὸ εἶναι οὐ τὸ μέσον τοῦ παντὸς τμήματος δηλοῖ· ἄλογον γὰρ εἰ τὸ μὲν ἐνεστὼς ἔχει θεός, τοῦ δὲ παρῳχηκότος ἐστέρηται καὶ τοῦ μέλλοντος· ἀλλ' ὁ τὸ εἶναι δοὺς τῷ θεῷ λόγος, πᾶν τὸ παρῳχηκὸς καὶ τὸ μέλλον ἐν τῷ ἐνεστῶτι συνάψας ἀδιαστάτως, σοφῶς πάνυ καὶ παγκάλως ἀπένειμε. μᾶλλον δὲ δεῖ καὶ ὑπὲρ ταῦτα τὸν θεὸν οἴεσθαι· οὐ γάρ μοι δοκεῖ τὸ αἰώνιον καταλλήλως τῇ θείᾳ φύσει προσάγεσθαι, εἰ {δὲ} καὶ ὁ μέγας οὗτος πατὴρ τῷ ῥήματι κατεχρήσατο. τὸ μὲν γὰρ αἰώνιον μετέχον αἰῶνός ἐστι, τὸ δὲ μετέχον ὕστερον δήπου πέφυκε τοῦ μετεχομένου· εἰ γοῦν αἰώνιος ὁ θεός, μετὰ τὸν αἰῶνα λελόγισται. εἴπερ οὖν ταῖς κυρίαις σημα σίαις τῶν πραγμάτων χρησόμεθα, οὔτε αἰώνιον τὸν θεὸν οὔτε αἰῶνα κατονομάσομεν, ἀλλ'