198
ἔλαβον· σὺ δὲ συμβαί νουσαν ἔχεις προσηγορίαν τῷ πράγματι. Μάλα γὰρ προσφυῶς τὰ ἔργα τῇ θείᾳ προσηγορίᾳ συνέζευ ξεν· "Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου." Οἱ μὲν γὰρ ἄψυχοι παντελῶς εἰσιν, οὐδὲ σφίσιν αὐτοῖς ἐπαμῦναι δυνά μενοι· ἡ δὲ σὴ μεγαλοπρέπεια τὰς τῶν ἀνθρώπων γλώττας νικᾷ. θʹ. "Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε." Τοῦτο δὲ ἐπὶ μὲν τοῦ μακαρίου ∆αβὶδ οὐδαμῶς γεγενῆσθαι μεμαθήκαμεν· ἐπὶ δὲ τοῦ Ἐζεκίου εἰκός τινας τὴν τῶν Ἀσσυρίων καταπλαγέντας ἀναίρεσιν τῷ Θεῷ προσ δραμεῖν. Τὴν δὲ τῆς προφητείας ἀλήθειαν ἔδει ξεν ὁ μετὰ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν καιρός· μετὰ γὰρ τὸ σωτήριον πάθος ἀπ εστάλη μὲν εἰς πᾶσαν τὴν οἰκουμένην ὁ θεῖος τῶν ἀποστόλων χορός. Ἔφη γὰρ πρὸς αὐτοὺς ὁ ∆ε σπότης· "Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη." Ἐμαθήτευσαν δὲ ὡς προσετάχθησαν· καὶ τὸ τῆς ἀγνοίας ἀποσκεδάσαντες νέφος, ἰδεῖν παρεσκεύασαν [τοὺς πιστεύοντας] τῆς δικαιοσύνης τὸν Ἥλιον, καὶ τὸν σεσωκότα προσκυνῆσαι Θεόν. Τοῦτο καὶ τὰ ἐπιφερόμενα διδάσκει. "Καὶ δοξάσουσι τὸ ὄνομά σου. [ιʹ.] Ὅτι μέγας εἶ σύ· καὶ ποιῶν θαυμάσια σὺ, ὁ Θεὸς μόνος." Προσοίσουσι δέ σοι τὸν ὕμνον, σὲ μόνον μεμαθη κότες εἶναι Θεόν· ἡ γὰρ τῶν σῶν θαυμάτων με γαλουργία ταύτην αὐτοῖς παρέξει τὴν γνῶσιν. [Καὶ ὅρα πῶς σαφέστερον αὐτὸ διὰ τῶν ἑξῆς ἔθηκεν ἐν τῷ εἰπεῖν·] ιαʹ. "Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου· καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου." Προθεσπίσας τοῖς ἔθνεσι τὴν ἐσομένην τῆς πλάνης ἀπαλλαγὴν, ἱκε 80.1560 τεύει καὶ αὐτὸς ταύτης ἀπολαῦσαι τῆς ποδηγίας, καὶ ἐν τῇ τῆς ἀληθείας ὁδῷ τὴν πορείαν ποιήσασθαι. [Καὶ ὅρα τί φησι διὰ τῶν ἑξῆς.] "Εὐφρανθήτω ἡ καρδία μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου." Ὁ τὴν περὶ Θεὸν εὐλάβειαν κεκτημένος τὴν ἔννομον ἀσπά ζεται πολιτείαν· μήτηρ δὲ εὐφροσύνης ἡ τοιαύτη ζωή. Εἰκότως τοίνυν ὁ Προφήτης τῷ φόβῳ τῷ θείῳ τὴν οἰκείαν εὐφρανθῆναι καρδίαν ἱκέτευσεν. Οὕτω γὰρ καὶ ἀλλαχοῦ φησιν· "Εὐφρανθήτω καρδία ζη τούντων τὸν Κύριον." Καὶ πάλιν· "Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην." ιβʹ, ιγʹ. "Ἐξομολογήσομαί σοι, Κύριε, ὁ Θεός μου ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμέ." Οἶδα, φησὶν, ὡς παρέξεις τὴν αἴτησιν, καὶ λύσεις τὰ σκυθρωπὰ, καὶ παρασκευάσεις με τὴν χαριστήριον ὑμνῳδίαν ὑπὲρ τῆς εἰς ἐμὲ γεγενημένης φιλανθρω πίας προσενεγκεῖν. "Καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου." Τὸ μέγεθος τῶν κινδύνων διὰ τούτων ἐδήλωσε· καὶ γὰρ ὁ θεῖος ∆αβὶδ τοιούτους πολλάκις ὑπέμεινε, καὶ ὑπὸ τοῦ Σαοὺλ πολεμούμε νος, καὶ ὑπὸ τοῦ Ἀβεσαλὼμ διωκόμενος. Καὶ τῶν Ἀσσυρίων δὲ ἡ προσβολὴ προῦπτος ἦν ὄλεθρος. Οὗ δὴ χάριν θάνατον ἔσχατον, καὶ ᾅδην κατώτατον, τοὺς τοιούτους κινδύνους ὠνόμασεν. [Ἀλλ' ὅτι καὶ ὁ τοῦ παντὸς δημιουργὸς, τουτέστιν ὁ Θεὸς Λόγος σαρκωθεὶς ἐκ Παρθένου καὶ σταυρὸν καὶ θάνατον ἑλό μενος εἰς τὰ κατώτερα μέρη τῆς γῆς κατέβη, ἵνα τοὺς ἀπ' αἰώνων κρατηθέντας ὑπὸ τῆς φθορᾶς μὴ μόνον ἐγείρῃ, ἀλλὰ καὶ τῆς ἀθανασίας ἐμπλήσῃ. Εἶτά φησι·] ιδʹ. "Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ' ἐμέ· καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου." Καὶ οἱ τοῦ ∆αβὶδ πολέμιοι παρανομίᾳ συνέζων, καὶ οἱ Ἀσσύριοι δυσσεβείας ἦσαν καὶ πονηρίας ἐργάται. [Τοὺς γὰρ ἀμφοτέρους συνάψας συναγωγὴν κρα ταιὰν πρὸς τὴν τότε κρατοῦσαν κατάστασιν ὠνό μασεν.] Καὶ οὗτοι μέντοι κἀκεῖνοι δύναμιν εἶχον τῇ πονηρᾷ γνώμῃ συμπράττουσαν· διπλοῦν δὲ ἐν τεῦθεν τοῖς ἀδικουμένοις τὸ δέος ἐφύετο. ∆ιὸ πρὸς τὸν Θεὸν καταφεύγουσι, καὶ τὴν ἐκεῖθεν αἰτοῦσιν ἐπικου ρίαν. "Καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν." Τὴν σὴν πρόνοιαν οὐκ ἔλαβον εἰς διάνοιαν. ιεʹ, ιʹ. "Καὶ σὺ, Κύριε, ὁ Θεός μου οἰκτίρ μων καὶ ἐλεήμων, μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινός. Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με." Ἐπειδὴ φιλανθρωπίας ὑπάρχεις πηγὴ, καὶ οἴ κτου, καὶ ἐλέους προχέεις τὰ νάματα, πρόσεστι δέ σοι καὶ ἀλήθεια, καὶ κρίνεις τοὺς πονηρίᾳ συ 80.1561 ζῶντας· τῶν τῆς ἀγαθότητος μετάδος ψεκάδων, καὶ κρείττονα δεῖξον τῶν πολεμούντων.