198
κατὰ τῶν Ἀράβων ἦλθεν ἐν τῇ λεγομένῃ Κρασῷ. τοῦ δὲ λεχθέντος Ἀρταυάσδου ἐν τῷ ∆ορυλαίῳ μετὰ τοῦ Ὀψικίου λαοῦ ὄντος, ὑπεβλέποντο ἀλλήλοις. ἀποστείλας δὲ Κωνσταντῖνος πρὸς αὐτὸν ᾐτεῖτο τοὺς υἱοὺς αὐτοῦ πεμφθῆναι αὐτῷ, ὡς ἅτε ἀνεψιοὺς αὐτοῦ ποθῶν ἰδεῖν αὐτούς. σκοπὸς δὲ ἦν αὐτῷ κατασχεῖν αὐτοὺς καὶ φρουρῆσαι. ὁ δὲ τὸν δόλον νοήσας καὶ ἀπογνοὺς ἑαυτοῦ γινώσκων τε τὴν ἄμετρον πονηρίαν αὐτοῦ διαλαλήσας τε τῷ λαῷ καὶ πείσας ὥρμησε κατ' αὐτοῦ σὺν παντὶ τῷ πλήθει, καὶ τὸν μὲν πατρίκιον Βησὴρ τὸν σαρακηνόφρονα προϋπαντήσαντα ῥομφαίᾳ ἀνεῖλεν· ὁ δὲ Κωνσταντῖνος παρίππιν εὑρὼν ἐστρωμένον καὶ ἐπιβὰς αὐτοῦ ἔφυγεν εἰς τὸ Ἀμῶριν, καὶ προσδραμὼν τῷ θέματι τῶν ἀνατολικῶν στρατηγουμένῳ τότε ὑπὸ τοῦ Λαγκίνου περισώζεται ὑπ' αὐτῶν, δεξιοῦταί τε τούτους μεγάλαις ὑποσχέσεσιν· καὶ πρὸς Σισιννάκιον ἀποστέλλει εὐθὺς στρατηγὸν ὄντα τὸ τηνικαῦτα τοῦ θέματος τῶν Θρᾳκησίων, καὶ πείθει αὐτοὺς συμμαχήσειν αὐτῷ. ἐντεῦθεν 415 οὖν μάχαι δεινόταται καὶ ἀνθοπλισμοὶ γίνονται τοῖς ὑπηκόοις, ἑκατέρων βασιλέων ἀναγορευομένων. Ἀρτάυασδος δὲ γράφει πρὸς Θεοφάνην τὸν πατρίκιον καὶ μάγιστρον ἐκ προσώπου ὄντα ἐν τῇ πόλει διὰ Ἀθανασίου σιλεντιαρίου τὰ πραχθέντα. ὁ δὲ προσκείμενος τῷ Ἀρταυάσδῳ, σωρεύσας τὸν λαὸν ἐν τοῖς κατηχουμενίοις τῆς μεγάλης ἐκκλησίας, καὶ διὰ τῶν γραμμάτων καὶ τοῦ λεχθέντος Ἀθανασίου πείθει πάντας, ὡς ὁ βασιλεὺς τέθνηκεν, Ἀρτάυασδος δὲ ὑπὸ τῶν θεμάτων ἀνηγορεύθη βασιλεύς. τότε πᾶς ὁ λαὸς σὺν Ἀναστασίῳ τῷ ψευδωνύμῳ πατριάρχῃ ἀναθέματι καὶ ἀνασκαφῇ ἔβαλον αὐτὸν ὡς ἀλάστορα καὶ ἀντίθεον, καὶ ἀστείως τὴν αὐτοῦ ἐδέξαντο σφαγὴν ὡς μεγίστου κακοῦ λυτρωθέντες, Ἀρτάυασδον δὲ ἀνεκήρυττον βασιλέα ὡς ὀρθόδοξον καὶ θείων δογμάτων ὑπέρμαχον. εὐθέως οὖν ἀποστέλλει ὁ Μονώτης ἐν τοῖς Θρᾳκῴοις μέρεσι πρὸς Νικηφόρον, τὸν ἴδιον υἱόν, στρατηγοῦντα τῆς Θρᾴκης, τοῦ συνελάσαι τὸ ἐκεῖσε στρατόπεδον πρὸς φυλακὴν τῆς πόλεως. κλείσας οὖν τὰς τῶν τειχέων πύλας καὶ βίγλας θέμενος τοὺς φίλους τε Κωνσταντίνου χειρωσάμενος, τύψας καὶ κουρεύσας εἰς φυλακὰς ἀπέθετο. τοῦ δὲ Ἀρταυάσδου μετὰ τοῦ Ὀψικίου λαοῦ ἐν τῇ πόλει εἰσελθόντος, κατέλαβε καὶ Κωνσταντῖνος ἐν Χρυσοπόλει μετὰ τῶν δύο θεμάτων, Θρᾳκησίων τε, φημί, καὶ ἀνατολικῶν, καὶ μηδὲν ἰσχύσας ὑπέστρεψε καὶ ἐχείμασεν εἰς τὸ Ἀμῶριν. ὁ δὲ Ἀρτάυασδος κατὰ πᾶσαν τὴν πόλιν τὰς ἱερὰς εἰκόνας ἀνεστήλωσεν. οἱ δὲ Ἄραβες αἰσθόμενοι τὴν τούτων κατ' ἀλλήλων μάχην πολλὴν αἰχμαλωσίαν ἐποιήσαντο εἰς Ῥωμανίαν, τοῦ Σουλεϊμὰν στρατηγοῦντος αὐτοῖς. Ἀναστάσιος δέ, ὁ ψευδώνυμος πατριάρχης, κρατήσας τὰ τίμια καὶ ζωοποιὰ ξύλα ὤμοσε τῷ λαῷ, ὅτι "μὰ τὸν προσηλωθέντα ἐν αὐτοῖς, οὕτω μοι εἶπε Κωνσταντῖνος ὁ βασιλεύς, ὅτι μὴ λογίσῃ υἱὸν θεοῦ εἶναι ὃν ἔτεκε Μαρία, τὸν λεγόμενον Χριστόν, εἰ μὴ ψιλὸν ἄνθρωπον. ἡ γὰρ Μαρία αὐτὸν ἔτεκεν, ὡς ἔτεκεν ἐμὲ ἡ μήτηρ Μαρία." καὶ τοῦτο ἀκούσαντες οἱ λαοὶ ἀνέσκαψαν αὐτόν. Ἀντιοχείας ἐπίσκοπος Στέφανος ἔτη βʹ. βʹ. ιθʹ. θʹ. ιγʹ. αʹ. Τούτῳ τῷ ἔτει τέθνηκεν Ἰσάμ, ὁ τῶν Ἀράβων ἀρχηγός. οὗτος 416 τὴν ἁγιωτάτην ἐκκλησίαν τῆς Ἀντιοχείας ἐπὶ μʹ χρόνους χηρεύουσαν, κωλυόντων τῶν Ἀράβων γενέσθαι πατριάρχην ἐν αὐτῇ, ἔχων τινὰ προσφιλῆ μονάζοντα Σύρον, ὀνόματι Στέφανον, ἀγροικότερον μέν, εὐλαβῆ δέ, ἐπέτρεψε τοὺς κατὰ τὴν ἑῴαν Χριστιανούς, εἴπερ θέλοιεν συγχωρηθῆναι αὐτοῖς πατριάρχην ἔχειν, ψηφίσασθαι αὐτὸν Στέφανον· οἳ θεόθεν τοῦτο νομίσαντες γενέσθαι χειροτονοῦσιν αὐτὸν ἐν τῷ θρόνῳ Θεουπόλεως. κἀκεῖθεν ἕως νῦν διέδραμε τὸ ἀκώλυτον. Τούτῳ τῷ ἔτει ἐκράτησεν Οὐαλίδ, υἱὸς Ἰσάμ, τῆς Ἀράβωνἀρχῆς· πρὸς ὃν Κωνσταντῖνος Ἀνδρέαν σπαθάριον, Ἀρτάυασδος δὲ Γρηγόριον λογοθέτην ἐξέπεμψαν, τὰ πρὸς συμμαχίαν ζητοῦντες ἀμφότεροι, ἀβροχίας τε πολλῆς γενομένης καὶ σεισμοῦ κατὰ τόπους, ὡς ἑνωθῆναι ὄρη πρὸς ἄλληλα κατὰ τὴν ἔρημον Σαβᾶ, καὶ κώμας ὑπὸ γῆν καταποθῆναι. τῷ δ'