199
τὴν χειροτονίαν· τοὺς γὰρ παρὰ τοιούτων βαπτισθέντας ἢ χειροτονηθέντας οὔτε πιστοὺς οὔτε κληρικοὺς εἶναι δυνατόν. ξθ. Eἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἢ ὑπο διάκονος ἢ ἀναγνώστης ἢ ψάλτης τὴν ἁγίαν τεσσαρακοστὴν οὐ νηστεύει ἢ παρασκευὴν ἢ τετράδα, καθαιρείσθω, ἐκτὸς εἰ μὴ δι' ἀσθένειαν σωματικὴν ἐμποδίζοιτο· ἐὰν δὲ λαϊκὸς ᾖ, ἀφοριζέσθω. ο. Eἴ τις ἐπίσκοπος ἢ ἄλλος κληρικὸς νηστεύει μετὰ Ἰουδαίων ἢ ἑορτάζει μετ' αὐτῶν ἢ δέχεται αὐτῶν τὰ τῆς ἑορτῆς ξένια, οἷον ἄζυμα ἤ τι τοιοῦτον, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω. οα. Eἴ τις Χριστιανὸς ἔλαιον ἀπενέγκοι εἰς ἱερὸν ἐθνῶν ἢ εἰς συναγωγὴν Ἰουδαίων ἢ λύχνους, ἀφοριζέσθω. οβ. Eἴ τις κληρικὸς ἢ λαϊκὸς ἀπὸ τῆς ἁγίας ἐκκλησίας ἀφέληται κηρὸν ἢ ἔλαιον, ἀφοριζέσθω καὶ τὸ ἐπίπεμπτον προστιθέτω μεθ' οὗ ἔλαβεν. ογ. Σκεῦος ἀργύρου ἢ χρυσοῦ ἢ ὀθόνης ἁγιασθὲν μηδεὶς ἔτι εἰς οἰκείαν χρῆσιν σφετεριζέσθω, παράνομον γάρ· εἰ δέ τις φωραθείη, ἐπιτιμάσθω ἀφορισμῷ. οδ. Ἐπίσκοπον κατηγορηθέντα ἐπί τινι ὑπὸ ἀξιοπίστων καὶ πιστῶν ἀνθρώπων, καλεῖσθαι αὐτὸν ἀναγκαῖον ὑπὸ τῶν ἐπισκόπων· κἂν μὲν ἀπαντήσῃ καὶ ὁμολογήσῃ, ἐλεγχθέντος αὐτοῦ ὁριζέσθω τὸ ἐπιτίμιον· ἐὰν δὲ καλούμενος μὴ ὑπα κούσῃ, καλείσθω καὶ δεύτερον, ἀποστελλομένων ἐπ' αὐτὸν δύο ἐπισκόπων· ἐὰν δὲ καὶ οὕτως μὴ ὑπακούσῃ, καλείσθω καὶ τρίτον, δύο πάλιν ἐπισκόπων ἀποσταλέντων πρὸς αὐτόν· ἐὰν δὲ καὶ οὕτω καταφρονήσας μὴ ἀπαντήσῃ, ἡ σύνοδος ἀποφαινέσθω τὰ κατ' αὐτοῦ δόξαντα, ὅπως μὴ δόξῃ κερδαί νειν φυγοδικῶν. οε. Eἰς μαρτυρίαν τὴν κατὰ ἐπισκόπου αἱρετικὸν μὴ προσδέχεσθε, ἀλλὰ μηδὲ πιστὸν ἕνα· «Ἐπὶ στόματος γὰρ δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα.» ος. Ὅτι μὴ χρὴ τὸν ἐπίσκοπον τῷ ἀδελφῷ ἢ τῷ υἱῷ ἢ ἑτέρῳ συγγενεῖ χαριζόμενον τὸ ἀξίωμα τῆς ἐπισκοπῆς χειροτονεῖν οὓς αὐτὸς βούλεται· κληρονόμους γὰρ τῆς ἐπι σκοπῆς αὐτοῦ ποιεῖσθαι οὐ δίκαιον, τὰ τοῦ Θεοῦ χαριζόμενον πάθει ἀνθρωπίνῳ· οὐ γὰρ τὴν τοῦ Θεοῦ Ἐκκλησίαν ὑπὸ κληρονομίαν ὀφείλει τιθέναι. Eἰ δέ τις τοῦτο ποιήσει, ἄκυρος μὲν ἔστω ἡ χειροτονία, αὐτὸς δὲ ἐπιτιμάσθω ἀφορισμῷ. οζ. Ἐάν τις ἀνάπηρος ᾖ τὸν ὀφθαλμὸν ἢ τὸ σκέλος πεπληγμένος, ἄξιος δὲ ᾖ εἰς ἐπισκοπήν, γινέσθω· οὐ γὰρ λώβη σώματος αὐτὸν μιαίνει, ἀλλὰ ψυχῆς μολυσμός. οη. Κωφὸς δὲ ὢν καὶ τυφλὸς μὴ γινέσθω ἐπίσκοπος,